1Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. 2καὶ ⸀ἀποκριθεὶςεἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ⸀ταῦταπεπόνθασιν; 3οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε πάντες ⸀ὁμοίωςἀπολεῖσθε. 4ἢ ἐκεῖνοι οἱ ⸀δεκαοκτὼἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι ⸀αὐτοὶὀφειλέται ἐγένοντο παρὰ πάντας ⸀τοὺςἀνθρώπους τοὺς ⸀κατοικοῦνταςἸερουσαλήμ; 5οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ ⸀μετανοῆτεπάντες ⸀ὡσαύτωςἀπολεῖσθε.
6Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις ⸂πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. 7εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ⸂ἀφʼ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ⸀ἔκκοψοναὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; 8ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· 9κἂν μὲν ποιήσῃ καρπὸν ⸂εἰς τὸ μέλλον— εἰ δὲ μήγε,⸃ ἐκκόψεις αὐτήν.
10Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. 11καὶ ἰδοὺ ⸀γυνὴπνεῦμα ἔχουσα ἀσθενείας ἔτη ⸀δεκαοκτώ καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 12ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, 13καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. 14ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτιτῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ⸀ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ⸀αὐταῖςοὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15ἀπεκρίθη ⸀δὲαὐτῷ ὁ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ⸀ἀπαγαγὼνποτίζει; 16ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ.
18Ἔλεγεν ⸀οὖν Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; 19ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς ⸀δένδρον καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
20⸀Καὶπάλιν εἶπεν· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; 21ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ⸀ἔκρυψενεἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ⸀Ἱεροσόλυμα 23εἶπεν δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς· 24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς ⸀θύρας ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν, 25ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· ⸀Κύριε ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. 26τότε ἄρξεσθε λέγειν· Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· 27καὶ ἐρεῖ ⸀λέγωνὑμῖν· Οὐκ ⸀οἶδαπόθεν ἐστέ· ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες ⸀ἐργάταιἀδικίας. 28ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ⸀ὄψησθεἈβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. 29καὶ ἥξουσιν ἀπὸἀνατολῶν καὶ δυσμῶν καὶ ⸀ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 30καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31Ἐν αὐτῇ τῇ ⸀ὥρᾳπροσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. 32καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ⸀ἀποτελῶσήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. 33πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ. 34Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 35ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ⸀ὑμῶν λέγω ⸀δὲ⸀ὑμῖν οὐ μὴ ⸂ἴδητέ με ἕως ⸂ἥξει ὅτε εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

Notes


*13:2 ἀποκριθεὶς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

13:2 ταῦτα WH Treg NA28 ] τοιαῦτα RP

13:3 ὁμοίως WH Treg NA28 ] ὡσαύτως RP

§13:4 δεκαοκτὼ WH NA28 ] δέκα καὶ ὀκτὼ RP Treg

*13:4 αὐτοὶ WH Treg NA28 ] οὗτοι RP

13:4 τοὺς WH Treg NA28 ] – RP

13:4 κατοικοῦντας WH Treg NA28 ] + ἐν RP

§13:5 μετανοῆτε NA28 RP ] μετανοήσητε WH Treg

*13:5 ὡσαύτως WH Treg NA28 ] ὁμοίως RP

13:6 πεφυτευμένην ἐν … αὐτοῦ WH Treg NA28 ] ἐν … αὐτοῦ πεφυτευμένην RP

13:7 ἀφʼ οὗ WH Treg NA28 ] – RP

§13:7 ἔκκοψον WH Treg NIV RP ] + οὖν NA28

*13:9 εἰς τὸ μέλλον — εἰ δὲ μήγε, WH Treg NA28 ] εἰ δὲ μήγε, εἰς τὸ μέλλον RP

13:11 γυνὴ WH Treg NA28 ] + ἦν RP

13:11 δεκαοκτώ WH NA28 ] δέκα καὶ ὀκτὼ RP Treg

§13:14 ὅτι WH NA28 ] – Treg RP

*13:14 αὐταῖς WH Treg NA28 ] ταύταις RP

13:15 δὲ WH Treg NA28 ] οὖν RP

13:15 ἀπαγαγὼν Treg NA28 RP ] ἀπάγων WH

§13:18 οὖν WH Treg NA28 ] δέ RP

*13:19 δένδρον WH NA28 ] + μέγα Treg RP

13:20 Καὶ WH Treg NA28 ] – RP

13:21 ἔκρυψεν WH Treg ] ἐνέκρυψεν NA28 RP

§13:22 Ἱεροσόλυμα WH NA28 ] Ἱερουσαλήμ Treg RP

*13:24 θύρας WH Treg NA28 ] πύλης RP

13:25 Κύριε WH Treg NA28 ] + κύριε RP

13:27 λέγων WH NA28 ] Λέγω Treg RP

§13:27 οἶδα WH Treg ] + ὑμᾶς NA28 RP

*13:27 ἐργάται WH Treg NA28 ] οἱ ἐργάται τῆς RP

13:28 ὄψησθε WH NA28 RP ] ὄψεσθε Treg

13:29 ἀπὸ WH Treg NA28 ] – RP

§13:31 ὥρᾳ WH NA28 ] ἡμέρᾳ Treg RP

*13:32 ἀποτελῶ WH Treg NA28 ] ἐπιτελῶ RP

13:35 ὑμῶν WH Treg NA28 ] + ἔρημος NIV RP

13:35 δὲ WH Treg RP NA28 ] – NIV

§13:35 ὑμῖν WH Treg NA28 ] + ὅτι RP

*13:35 ἴδητέ με WH Treg NA28 ] με ἴδητε RP

13:35 ἥξει ὅτε Treg NA28 ] – WH NIV; ἄν ἥξει ὅτε RP