14
1Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ⸀Ἔξεστιντῷ σαββάτῳ ⸂θεραπεῦσαι ἢ οὔ; 4οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. 5⸀καὶπρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ⸀πεσεῖται καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ⸀ἐνἡμέρᾳ τοῦ σαββάτου; 6καὶ οὐκ ἴσχυσαν ⸀ἀνταποκριθῆναιπρὸς ταῦτα.
7Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ 9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ⸀ἐρεῖσοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον ⸀πάντωντῶν συνανακειμένων σοι. 11ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ⸂ἀντικαλέσωσίν σε καὶ γένηται ⸂ἀνταπόδομά σοι. 13ἀλλʼ ὅταν ⸂δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· 14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος ⸀ὅστιςφάγεται ⸀ἄρτονἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ⸀ἐποίειδεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, 17καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ⸀ἐστιν 18καὶ ἤρξαντο ἀπὸ μιᾶς ⸂πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ⸀ἐξελθὼνἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21καὶ παραγενόμενος ὁ ⸀δοῦλοςἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ ⸂τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. 22καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ⸀ὃἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ⸂μου ὁ οἶκος· 24λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ ⸀δείπνου
25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ⸀ἑαυτοῦκαὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι ⸀τεκαὶ τὴν ⸂ψυχὴν ἑαυτοῦ, οὐ δύναται ⸂εἶναί μου μαθητής. 27⸀ὅστιςοὐ βαστάζει τὸν σταυρὸν ⸀ἑαυτοῦκαὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 28τίς γὰρ ἐξ ⸀ὑμῶνθέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ⸀ἔχειεἰς ἀπαρτισμόν; 29ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ⸂αὐτῷ ἐμπαίζειν 30λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31ἢ τίς βασιλεὺς πορευόμενος ⸂ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸀βουλεύσεταιεἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸀ὑπαντῆσαιτῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν; 32εἰ δὲ μήγε, ἔτι ⸂αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸀τὰπρὸς εἰρήνην. 33οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ⸂εἶναί μου μαθητής.
34Καλὸν ⸀οὖντὸ ἅλας· ἐὰν δὲ ⸀καὶτὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Notes
*14:3
Ἔξεστιν WH Treg NA28 ] Εἰ ἔξεστιν RP
†14:3
θεραπεῦσαι ἢ οὔ WH Treg NA28 ] θεραπεύειν RP
‡14:5
καὶ WH Treg NA28 ] + ἀποκριθεὶς RP
§14:5
πεσεῖται WH Treg NA28 ] ἐμπεσεῖται RP
*14:5
ἐν WH NA28 ] ἐν τῇ RP; τῇ Treg
†14:6
ἀνταποκριθῆναι WH Treg NA28 ] + αὐτῷ RP
‡14:10
ἐρεῖ WH Treg NA28 ] εἴπῃ RP
§14:10
πάντων WH Treg NA28 ] – RP
*14:12
ἀντικαλέσωσίν σε WH Treg NA28 ] σε ἀντικαλέσωσιν RP
†14:12
ἀνταπόδομά σοι WH Treg NA28 ] σοι ἀνταπόδομα RP
‡14:13
δοχὴν ποιῇς WH NA28 ] ποιῇς δοχήν Treg RP
§14:15
ὅστις WH Treg NA28 ] ὃς RP
*14:15
ἄρτον WH Treg NA28 ] ἄριστον NIV RP
†14:16
ἐποίει WH Treg NA28 ] ἐποίησεν RP
‡14:17
ἐστιν WH NA28 ] + πάντα Treg RP
§14:18
πάντες παραιτεῖσθαι WH Treg NA28 ] παραιτεῖσθαι πάντες RP
*14:18
ἐξελθὼν WH Treg NA28 ] ἐξελθεῖν καὶ RP
†14:21
δοῦλος WH Treg NA28 ] + ἐκεῖνος RP
‡14:21
τυφλοὺς καὶ χωλοὺς WH Treg NA28 ] χωλοὺς καὶ τυφλοὺς RP
§14:22
ὃ WH Treg NA28 ] ὡς RP
*14:23
μου ὁ οἶκος WH Treg NA28 ] ὁ οἶκος μου RP
†14:24
δείπνου WH Treg NA28 ] + Πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί RP
‡14:26
ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP
§14:26
τε WH Treg NA28 ] δέ RP
*14:26
ψυχὴν ἑαυτοῦ WH NA28 ] ἑαυτοῦ ψυχήν Treg RP
†14:26
εἶναί μου μαθητής WH Treg NA28 ] μου μαθητὴς εἶναι RP
‡14:27
ὅστις WH NA28 ] καὶ ὅστις Treg NIV RP
§14:27
ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg; αὑτοῦ RP
*14:28
ὑμῶν WH Treg NA28 ] + ὁ RP
†14:28
ἔχει WH Treg NA28 ] + τὰ RP
‡14:29
αὐτῷ ἐμπαίζειν WH Treg NA28 ] ἐμπαίζειν αὐτῷ RP
§14:31
ἑτέρῳ βασιλεῖ συμβαλεῖν WH Treg NA28 ] συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP
*14:31
βουλεύσεται WH NA28 ] βουλεύεται Treg RP
†14:31
ὑπαντῆσαι WH Treg NA28 ] ἀπαντῆσαι RP
‡14:32
αὐτοῦ πόρρω WH Treg NA28 ] πόρρω αὐτοῦ RP
§14:32
τὰ Treg NA28 RP ] – WH
*14:33
εἶναί μου WH Treg NA28 ] μου εἶναι RP
†14:34
οὖν WH Treg NA28 ] – RP
‡14:34
καὶ WH Treg NA28 ] – RP
Ἔξεστιν WH Treg NA28 ] Εἰ ἔξεστιν RP
θεραπεῦσαι ἢ οὔ WH Treg NA28 ] θεραπεύειν RP
καὶ WH Treg NA28 ] + ἀποκριθεὶς RP
πεσεῖται WH Treg NA28 ] ἐμπεσεῖται RP
ἐν WH NA28 ] ἐν τῇ RP; τῇ Treg
ἀνταποκριθῆναι WH Treg NA28 ] + αὐτῷ RP
ἐρεῖ WH Treg NA28 ] εἴπῃ RP
πάντων WH Treg NA28 ] – RP
ἀντικαλέσωσίν σε WH Treg NA28 ] σε ἀντικαλέσωσιν RP
ἀνταπόδομά σοι WH Treg NA28 ] σοι ἀνταπόδομα RP
δοχὴν ποιῇς WH NA28 ] ποιῇς δοχήν Treg RP
ὅστις WH Treg NA28 ] ὃς RP
ἄρτον WH Treg NA28 ] ἄριστον NIV RP
ἐποίει WH Treg NA28 ] ἐποίησεν RP
ἐστιν WH NA28 ] + πάντα Treg RP
πάντες παραιτεῖσθαι WH Treg NA28 ] παραιτεῖσθαι πάντες RP
ἐξελθὼν WH Treg NA28 ] ἐξελθεῖν καὶ RP
δοῦλος WH Treg NA28 ] + ἐκεῖνος RP
τυφλοὺς καὶ χωλοὺς WH Treg NA28 ] χωλοὺς καὶ τυφλοὺς RP
ὃ WH Treg NA28 ] ὡς RP
μου ὁ οἶκος WH Treg NA28 ] ὁ οἶκος μου RP
δείπνου WH Treg NA28 ] + Πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί RP
ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP
τε WH Treg NA28 ] δέ RP
ψυχὴν ἑαυτοῦ WH NA28 ] ἑαυτοῦ ψυχήν Treg RP
εἶναί μου μαθητής WH Treg NA28 ] μου μαθητὴς εἶναι RP
ὅστις WH NA28 ] καὶ ὅστις Treg NIV RP
ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg; αὑτοῦ RP
ὑμῶν WH Treg NA28 ] + ὁ RP
ἔχει WH Treg NA28 ] + τὰ RP
αὐτῷ ἐμπαίζειν WH Treg NA28 ] ἐμπαίζειν αὐτῷ RP
ἑτέρῳ βασιλεῖ συμβαλεῖν WH Treg NA28 ] συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP
βουλεύσεται WH NA28 ] βουλεύεται Treg RP
ὑπαντῆσαι WH Treg NA28 ] ἀπαντῆσαι RP
αὐτοῦ πόρρω WH Treg NA28 ] πόρρω αὐτοῦ RP
τὰ Treg NA28 RP ] – WH
εἶναί μου WH Treg NA28 ] μου εἶναι RP
οὖν WH Treg NA28 ] – RP
καὶ WH Treg NA28 ] – RP