1Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. 2καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ⸀καλούμενοςΖακχαῖος, καὶ αὐτὸςἦν ἀρχιτελώνης καὶ ⸀αὐτὸς πλούσιος· 3καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 4καὶ προδραμὼν ⸂εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. 5καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ⸀Ἰησοῦςεἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. 8σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ ⸀ἡμίσιά⸂μου τῶν ὑπαρχόντων, κύριε, ⸂τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. 9εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς ⸂εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· 12εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· ⸀Πραγματεύσασθε⸂ἐν ᾧ ἔρχομαι. 14οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς. 15καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ⸀δεδώκειτὸ ἀργύριον, ἵνα ⸀γνοῖτί ⸀διεπραγματεύσαντο 16παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου ⸂δέκα προσηργάσατο μνᾶς. 17καὶ εἶπεν αὐτῷ· ⸀Εὖγε ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18καὶ ἦλθεν ὁ δεύτερος λέγων· ⸂Ἡ μνᾶ σου, κύριε⸃, ἐποίησεν πέντε μνᾶς. 19εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ ⸂ἐπάνω γίνου πέντε πόλεων. 20καὶ ⸀ὁἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22⸀λέγειαὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; 23καὶ διὰ τί οὐκ ἔδωκάς ⸂μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν ⸂αὐτὸ ἔπραξα. 24καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— 25καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— 26⸀λέγωὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ⸀ἀρθήσεται. 27πλὴν τοὺς ἐχθρούς μου ⸀τούτουςτοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺςἀγάγετε ὧδε καὶ κατασφάξατε ⸀αὐτοὺς ἔμπροσθέν μου.
28Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν ⸀μαθητῶν 30⸀λέγων Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, ⸀καὶλύσαντες αὐτὸν ἀγάγετε. 31καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ⸀ἐρεῖτεὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 32ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; 34οἱ δὲ εἶπαν ⸀ὅτιὉ κύριος αὐτοῦ χρείαν ἔχει. 35καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ⸀αὐτῶντὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· 36πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ⸀ἑαυτῶνἐν τῇ ὁδῷ. 37ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ ⸀πασῶνὧν εἶδον δυνάμεων, 38λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος ⸀βασιλεὺςἐν ὀνόματι κυρίου· ⸂ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. 39καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40καὶ ἀποκριθεὶς ⸀εἶπεν Λέγω ὑμῖν, ⸀ὅτιἐὰν οὗτοι ⸀σιωπήσουσιν οἱ λίθοι ⸀κράξουσιν
41Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπʼ ⸀αὐτήν 42λέγων ὅτι Εἰ ἔγνως ⸂ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς ⸀εἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ ⸀παρεμβαλοῦσινοἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, 44καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ⸂λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς ⸀πωλοῦντας 46λέγων αὐτοῖς· Γέγραπται· ⸂Καὶ ἔσται ὁ οἶκός μου οἶκος ⸀προσευχῆς ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48καὶ οὐχ ⸀εὕρισκοντὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

Notes


*19:2 καλούμενος WH Treg RP NA28 ] – NIV

19:2 αὐτὸς WH Treg NA28 ] οὗτος ἦν RP

19:4 εἰς τὸ WH Treg NA28 ] – RP

§19:5 Ἰησοῦς WH Treg NA28 ] + εἶδεν αὐτόν καὶ RP

*19:8 ἡμίσιά WH Treg NA28 ] ἡμίση RP

19:8 μου τῶν ὑπαρχόντων WH Treg NA28 ] τῶν ὑπαρχόντων μου RP

19:8 τοῖς πτωχοῖς δίδωμι WH Treg NA28 ] δίδωμι τοῖς πτωχοῖς RP

§19:11 εἶναι Ἰερουσαλὴμ αὐτὸν WH Treg NA28 ] αὐτὸν εἶναι Ἰερουσαλὴμ RP

*19:13 Πραγματεύσασθε Treg NA28 RP ] πραγματεύσασθαι WH

19:13 ἐν ᾧ WH Treg NA28 ] ἕως RP

19:15 δεδώκει WH Treg NA28 ] ἔδωκεν RP

§19:15 γνοῖ WH Treg NA28 ] γνῷ τίς RP

*19:15 διεπραγματεύσαντο WH Treg NA28 ] διεπραγματεύσατο RP

19:16 δέκα προσηργάσατο WH Treg NA28 ] προσηργάσατο δέκα RP

19:17 Εὖγε WH Treg NA28 ] Εὖ RP

§19:18 Ἡ μνᾶ σου κύριε WH Treg NA28 ] Κύριε ἡ μνᾶ σου RP

*19:19 ἐπάνω γίνου WH NA28 ] γίνου ἐπάνω Treg RP

19:20 ὁ WH Treg NA28 ] – RP

19:22 λέγει WH Treg NA28 ] + δὲ RP

§19:23 μου τὸ ἀργύριον WH Treg NA28 ] τὸ ἀργύριόν μου RP

*19:23 αὐτὸ ἔπραξα WH Treg NA28 ] ἔπραξα αὐτό RP

19:26 λέγω WH NA28 ] + γὰρ Treg RP

19:26 ἀρθήσεται WH NA28 ] + ἀπʼ αὐτοῦ Treg RP

§19:27 τούτους WH Treg NA28 ] ἐκείνους RP

*19:27 αὐτοὺς WH Treg NA28 ] – RP

19:29 μαθητῶν WH NA28 ] + αὐτοῦ Treg RP

19:30 λέγων WH Treg NA28 ] εἰπών RP

§19:30 καὶ WH Treg NA28 ] – RP

*19:31 ἐρεῖτε WH Treg NA28 ] + αὐτῷ RP

19:34 ὅτι WH Treg NA28 ] – RP

19:35 αὐτῶν WH Treg NA28 ] – RP

§19:36 ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP

*19:37 πασῶν WH NA28 RP ] πάντων Treg

19:38 βασιλεὺς Treg RP ] ὁ βασιλεὺς WH NA28

19:38 ἐν οὐρανῷ εἰρήνη WH Treg NA28 ] εἰρήνη ἐν οὐρανῷ RP

§19:40 εἶπεν WH NA28 ] + αὐτοῖς Treg RP

*19:40 ὅτι Treg RP ] – WH NA28

19:40 σιωπήσουσιν WH Treg NA28 ] σιωπήσωσιν RP

19:40 κράξουσιν WH Treg NA28 ] κεκράξονται RP

§19:41 αὐτήν WH Treg NA28 ] αὐτῇ RP

*19:42 ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ WH NA28 ] καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ Treg; καὶ σύ καί γε ἐν τῇ ἡμέρᾳ σου RP

19:42 εἰρήνην WH NA28 ] + σου Treg RP

19:43 παρεμβαλοῦσιν WH Treg NA28 ] περιβαλοῦσιν RP

§19:44 λίθον ἐπὶ λίθον ἐν σοί WH Treg NA28 ] ἐν σοὶ λίθον ἐπὶ λίθῳ RP

*19:45 πωλοῦντας WH Treg NA28 ] + ἐν αὐτῷ καὶ ἀγοράζοντας RP

19:46 Καὶ ἔσται WH Treg NA28 ] – RP

19:46 προσευχῆς WH Treg NA28 ] + ἐστίν RP

§19:48 εὕρισκον NA28 RP ] ηὕρισκον WH Treg