21
1Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας ⸂εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. 2εἶδεν δέ ⸀τιναχήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸂λεπτὰ δύο, 3καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ⸂ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· 4⸀πάντεςγὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ ⸀δῶρα αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸀πάντατὸν βίον ὃν εἶχεν ἔβαλεν.
5Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· 6Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ ⸀λίθῳὃς οὐ καταλυθήσεται.
7Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; 8ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ⸀λέγοντες Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· ⸀μὴπορευθῆτε ὀπίσω αὐτῶν. 9ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος. 10τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11σεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους ⸂λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ ⸂σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα ἔσται.
12Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰςχεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένουςἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13⸀ἀποβήσεταιὑμῖν εἰς μαρτύριον. 14⸀θέτεοὖν ⸂ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, 15ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν ⸀ἅπαντεςοἱ ἀντικείμενοι ὑμῖν. 16παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθετὰς ψυχὰς ὑμῶν.
20Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ ⸀στρατοπέδωνἸερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. 23⸀οὐαὶταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ⸀ὀργὴτῷ λαῷ τούτῳ, 24καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς ⸂τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι ⸀οὗ⸀πληρωθῶσινκαιροὶ ἐθνῶν.
25Καὶ ⸀ἔσονταισημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ⸀ἤχουςθαλάσσης καὶ σάλου, 26ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
29Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 31οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. 32ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
34Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ⸂ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ⸂ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη 35ὡς παγίς· ⸂ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36ἀγρυπνεῖτε ⸀δὲἐν παντὶ καιρῷ δεόμενοι ἵνα ⸀κατισχύσητεἐκφυγεῖν ⸀ταῦταπάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
37Ἦν δὲ τὰς ἡμέρας ⸂ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· 38καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.
Notes
*21:1
εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NA28 ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP
†21:2
τινα WH Treg NA28 ] + καὶ RP
‡21:2
λεπτὰ δύο WH Treg NA28 ] δύο λεπτά RP
§21:3
ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NA28
*21:4
πάντες WH NA28 ] ἅπαντες Treg RP
†21:4
δῶρα WH NA28 ] + τοῦ θεοῦ Treg RP
‡21:4
πάντα WH Treg NA28 ] ἅπαντα RP
§21:6
λίθῳ Treg NA28 RP ] + ὧδε WH
*21:8
λέγοντες WH NA28 ] + ὃτι Treg RP
†21:8
μὴ WH Treg NA28 ] + οὖν RP
‡21:11
καὶ κατὰ τόπους WH Treg NA28 ] κατὰ τόπους καὶ RP
§21:11
λιμοὶ καὶ λοιμοὶ NA28 RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg
*21:11
σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα Treg RP ] ἀπʼ οὐρανοῦ σημεῖα μεγάλα WH NA28; σημεῖα μεγάλα ἀπʼ οὐρανοῦ WHmarg
†21:12
τὰς WH Treg NA28 ] – RP
‡21:12
ἀπαγομένους WH Treg NA28 ] ἀγομένους RP
§21:13
ἀποβήσεται WH NA28 ] + δὲ Treg RP
*21:14
θέτε WH Treg NA28 ] Θέσθε RP
†21:14
ἐν ταῖς καρδίαις WH Treg NA28 ] εἰς τὰς καρδίας RP
‡21:15
ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NA28 ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP
§21:15
ἅπαντες WH Treg NA28 ] πάντες RP
*21:16
ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NA28 ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP
†21:19
κτήσασθε NA28 RP ] κτήσεσθε WH Treg
‡21:20
στρατοπέδων WH Treg NA28 ] + τὴν RP
§21:23
οὐαὶ WH Treg NA28 ] + δὲ RP
*21:23
ὀργὴ WH Treg NA28 ] + ἐν RP
†21:24
τὰ ἔθνη πάντα WH Treg NA28 ] πάντα τὰ ἔθνη RP
‡21:24
οὗ WH Treg NA28 ] – RP
§21:24
πληρωθῶσιν Treg NA28 RP ] + καὶ ἔσονται WH
*21:25
ἔσονται WH Treg NA28 ] ἔσται RP
†21:25
ἤχους WH Treg NA28 ] ἠχούσης RP
‡21:33
παρελεύσονται WH Treg NA28 ] παρέλθωσιν RP
§21:34
ὑμῶν αἱ καρδίαι NA28 RP ] αἱ καρδίαι ὑμῶν WH Treg
*21:34
ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος WH Treg NA28 ] αἰφνίδιος ἐφʼ ὑμᾶς ἐπιστῇ RP
†21:35
ἐπεισελεύσεται γὰρ WH Treg NA28 ] γὰρ ἐπελεύσεται RP
‡21:36
δὲ WH Treg NA28 ] οὖν RP
§21:36
κατισχύσητε WH Treg NA28 ] καταξιωθῆτε RP
*21:36
ταῦτα WH Treg NA28 ] – RP
†21:37
ἐν τῷ ἱερῷ διδάσκων WH NA28 RP ] διδάσκων ἐν τῷ ἱερῷ Treg
εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NA28 ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP
τινα WH Treg NA28 ] + καὶ RP
λεπτὰ δύο WH Treg NA28 ] δύο λεπτά RP
ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NA28
πάντες WH NA28 ] ἅπαντες Treg RP
δῶρα WH NA28 ] + τοῦ θεοῦ Treg RP
πάντα WH Treg NA28 ] ἅπαντα RP
λίθῳ Treg NA28 RP ] + ὧδε WH
λέγοντες WH NA28 ] + ὃτι Treg RP
μὴ WH Treg NA28 ] + οὖν RP
καὶ κατὰ τόπους WH Treg NA28 ] κατὰ τόπους καὶ RP
λιμοὶ καὶ λοιμοὶ NA28 RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg
σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα Treg RP ] ἀπʼ οὐρανοῦ σημεῖα μεγάλα WH NA28; σημεῖα μεγάλα ἀπʼ οὐρανοῦ WHmarg
τὰς WH Treg NA28 ] – RP
ἀπαγομένους WH Treg NA28 ] ἀγομένους RP
ἀποβήσεται WH NA28 ] + δὲ Treg RP
θέτε WH Treg NA28 ] Θέσθε RP
ἐν ταῖς καρδίαις WH Treg NA28 ] εἰς τὰς καρδίας RP
ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NA28 ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP
ἅπαντες WH Treg NA28 ] πάντες RP
ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NA28 ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP
κτήσασθε NA28 RP ] κτήσεσθε WH Treg
στρατοπέδων WH Treg NA28 ] + τὴν RP
οὐαὶ WH Treg NA28 ] + δὲ RP
ὀργὴ WH Treg NA28 ] + ἐν RP
τὰ ἔθνη πάντα WH Treg NA28 ] πάντα τὰ ἔθνη RP
οὗ WH Treg NA28 ] – RP
πληρωθῶσιν Treg NA28 RP ] + καὶ ἔσονται WH
ἔσονται WH Treg NA28 ] ἔσται RP
ἤχους WH Treg NA28 ] ἠχούσης RP
παρελεύσονται WH Treg NA28 ] παρέλθωσιν RP
ὑμῶν αἱ καρδίαι NA28 RP ] αἱ καρδίαι ὑμῶν WH Treg
ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος WH Treg NA28 ] αἰφνίδιος ἐφʼ ὑμᾶς ἐπιστῇ RP
ἐπεισελεύσεται γὰρ WH Treg NA28 ] γὰρ ἐπελεύσεται RP
δὲ WH Treg NA28 ] οὖν RP
κατισχύσητε WH Treg NA28 ] καταξιωθῆτε RP
ταῦτα WH Treg NA28 ] – RP
ἐν τῷ ἱερῷ διδάσκων WH NA28 RP ] διδάσκων ἐν τῷ ἱερῷ Treg