23
1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. 2ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ⸀ἡμῶνκαὶ κωλύοντα ⸂φόρους Καίσαρι διδόναι ⸀καὶλέγοντα ⸀αὑτὸνχριστὸν βασιλέα εἶναι. 3ὁ δὲ Πιλᾶτος ⸀ἠρώτησεναὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. 4ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, ⸀καὶἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
6Πιλᾶτος δὲ ⸀ἀκούσαςἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, 7καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ⸂ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ⸀ἀκούεινπερὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον. 9ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11ἐξουθενήσας δὲ αὐτὸν ⸀καὶὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας ⸀περιβαλὼνἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12ἐγένοντο δὲ φίλοι ὅ τε ⸂Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ⸀αὑτούς
13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας ⸀οὐθὲνεὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ. 15ἀλλʼ οὐδὲ Ἡρῴδης, ⸂ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· 16παιδεύσας οὖν αὐτὸν ⸀ἀπολύσω
18⸀Ἀνέκραγονδὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν ⸀τὸνΒαραββᾶν· 19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον ⸂βληθεὶς ἐν τῇ φυλακῇ. 20πάλιν ⸀δὲὁ Πιλᾶτος ⸀προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21οἱ δὲ ἐπεφώνουν λέγοντες· ⸂Σταύρου σταύρου αὐτόν. 22ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ ⸀αὐτῶν 24⸀καὶΠιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· 25ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον ⸀εἰςφυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι ⸂Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν ⸀αἳἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28στραφεὶς δὲ πρὸς αὐτὰς ⸀ὁἸησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ· πλὴν ἐφʼ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, 29ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱστεῖραι καὶ ⸀αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ⸀ἔθρεψαν 30τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφʼ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς· 31ὅτι εἰ ἐν ⸀τῷὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
32Ἤγοντο δὲ καὶ ἕτεροι ⸂κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι. 33καὶ ὅτε ⸀ἦλθονἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. 34⸂ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν⸃ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον ⸀κλήρους 35καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ⸀ἄρχοντεςλέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς ⸂τοῦ θεοῦ, ὁ⸃ ἐκλεκτός. 36⸀ἐνέπαιξανδὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ⸀ὄξοςπροσφέροντες αὐτῷ 37καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38ἦν δὲ καὶ ⸀ἐπιγραφὴἐπʼ ⸀αὐτῷ Ὁ βασιλεὺς τῶν Ἰουδαίων ⸀οὗτος
39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν ⸀λέγων ⸀Οὐχὶσὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40ἀποκριθεὶς δὲ ὁ ἕτερος ⸂ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42καὶ ⸀ἔλεγεν Ἰησοῦ, μνήσθητί ⸀μουὅταν ἔλθῃς ⸂ἐν τῇ βασιλείᾳ σου. 43καὶ εἶπεν ⸀αὐτῷ Ἀμήν ⸂σοι λέγω σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
44⸂Καὶ ἦν ⸀ἤδηὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης 45⸂τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη ⸀δὲτὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου ⸀παρατίθεμαιτὸ πνεῦμά μου. ⸂τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. 47Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ⸀ἐδόξαζεντὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ⸀θεωρήσαντεςτὰ γενόμενα, ⸀τύπτοντεςτὰ στήθη ὑπέστρεφον. 49εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ ⸀αὐτῷ⸀μακρόθεν καὶ γυναῖκες αἱ ⸀συνακολουθοῦσαιαὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50Καὶ ἰδοὺ ἀνὴρὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ⸀ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— 51οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς ⸀προσεδέχετοτὴν βασιλείαν τοῦ θεοῦ, 52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53καὶ ⸀καθελὼνἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν ⸀αὐτὸνἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν ⸂οὐδεὶς οὔπω κείμενος. 54καὶ ἡμέρα ἦν ⸂παρασκευῆς, καὶ⸃ σάββατον ἐπέφωσκεν. 55κατακολουθήσασαι δὲ ⸀αἱγυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ⸂ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα.
Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,
Notes
*23:2
ἡμῶν WH Treg NA28 ] – RP
†23:2
φόρους Καίσαρι WH Treg NA28 ] Καίσαρι φόρους RP
‡23:2
καὶ WH Treg NA28 ] – RP
§23:2
αὑτὸν WH ] ἑαυτὸν Treg NA28 RP
*23:3
ἠρώτησεν WH Treg NA28 ] ἐπηρώτησεν RP
†23:5
καὶ WH Treg NA28 ] – RP
‡23:6
ἀκούσας WH NA28 ] + Γαλιλαίαν Treg RP
§23:8
ἐξ ἱκανῶν χρόνων θέλων WH Treg NA28 ] θέλων ἐξ ἱκανοῦ RP
*23:8
ἀκούειν WH Treg NA28 ] + πολλὰ RP
†23:11
καὶ NA28 ] – WH Treg RP
‡23:11
περιβαλὼν WH NA28 ] αὐτὸν Treg RP
§23:12
Ἡρῴδης καὶ ὁ Πιλᾶτος WH Treg NA28 ] Πιλάτος καὶ ὁ Ἡρῴδης RP
*23:12
αὑτούς WH ] αὐτούς Treg NA28; ἑαυτούς RP
†23:14
οὐθὲν WH Treg NA28 ] οὐδὲν RP
‡23:15
ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς WH NA28 ] ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν Treg RP
§23:16
ἀπολύσω WH Treg NA28 ] + 17 Ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. RP
*23:18
Ἀνέκραγον WH Treg NA28 ] Ἀνέκραξαν RP
†23:18
τὸν WH Treg NA28 ] – RP
‡23:19
βληθεὶς ἐν τῇ φυλακῇ WH Treg NA28 ] βεβλημένος εἰς φυλακήν RP
§23:20
δὲ WH Treg NA28 ] οὖν RP
*23:20
προσεφώνησεν Treg RP ] + αὐτοῖς WH NA28
†23:21
Σταύρου σταύρου WH Treg NA28 ] Σταύρωσον σταύρωσον RP
‡23:23
αὐτῶν WH NA28 ] + καὶ τῶν ἀρχιερέων Treg RP
§23:24
καὶ WH Treg NA28 ] Ὁ δὲ RP
*23:25
εἰς WH Treg NA28 ] + τὴν RP
†23:26
Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον WH Treg NA28 ] Σίμωνός τινος Κυρηναίου ἐρχομένου RP
‡23:27
αἳ WH Treg NA28 ] + καὶ RP
§23:28
ὁ NA28 RP ] – WH Treg
*23:29
αἱ WH Treg NA28 ] – RP
†23:29
ἔθρεψαν WH Treg NA28 ] ἐθήλασαν RP
‡23:31
τῷ Treg NA28 RP ] – WH
§23:32
κακοῦργοι δύο WH NA28 ] δύο κακοῦργοι Treg RP
*23:33
ἦλθον WH Treg NA28 ] ἀπῆλθον RP
†23:34
ὁ δὲ … ποιοῦσιν Treg NA28 RP ] ⟦WH⟧
‡23:34
κλήρους NA28 ] κλῆρον WH Treg RP
§23:35
ἄρχοντες WH Treg NA28 ] + σὺν αὐτοῖς RP
*23:35
τοῦ θεοῦ ὁ WH NA28 ] ὁ τοῦ θεοῦ Treg RP
†23:36
ἐνέπαιξαν WH NA28 ] ἐνέπαιζον Treg RP
‡23:36
ὄξος WH Treg NA28 ] καὶ ὄξος RP
§23:38
ἐπιγραφὴ WH NA28 ] + ἐπιγεγραμμένη Treg; + γεγραμμένη RP
*23:38
αὐτῷ WH Treg NA28 ] + γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς Οὗτός ἐστιν RP
†23:38
οὗτος WH Treg NA28 ] – RP
‡23:39
λέγων Treg NA28 RP ] – WH
§23:39
Οὐχὶ WH Treg NA28 ] Εἰ RP
*23:40
ἐπιτιμῶν αὐτῷ ἔφη WH Treg NA28 ] ἐπετίμα αὐτῷ λέγων RP
†23:42
ἔλεγεν WH Treg NA28 ] + τᾠ RP
‡23:42
μου WH Treg NA28 ] + κύριε RP
§23:42
ἐν τῇ βασιλείᾳ Treg RP ] εἰς τὴν βασιλείαν WH NA28
*23:43
αὐτῷ WH NA28 ] + ὁ Ἰησοῦς Treg RP
†23:43
σοι λέγω WH Treg NA28 ] λέγω σοι RP
‡23:44
Καὶ ἦν WH Treg NA28 ] Ἦν δὲ RP
§23:44
ἤδη WH Treg NA28 ] – RP
*23:45
τοῦ ἡλίου ἐκλιπόντος WH NA28 ] καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ Treg RP
†23:45
δὲ WH NA28 ] – Treg RP
‡23:46
παρατίθεμαι WH Treg NA28 ] παραθήσομαι RP
§23:46
τοῦτο δὲ WH Treg NA28 ] καὶ ταῦτα RP
*23:47
ἐδόξαζεν WH Treg NA28 ] ἐδόξασεν RP
†23:48
θεωρήσαντες WH Treg NA28 ] θεωροῦντες RP
‡23:48
τύπτοντες WH Treg NA28 ] + ἑαυτῶν RP
§23:49
αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP
*23:49
μακρόθεν Treg RP ] απο μακρόθεν WH NA28
†23:49
συνακολουθοῦσαι WH Treg NA28 ] συνακολουθήσασαι RP
‡23:50
ἀνὴρ WH Treg RP ] καὶ ἀνὴρ NA28
§23:51
προσεδέχετο WH Treg NA28 ] καὶ προσεδέχετο καὶ αὐτὸς RP
*23:53
καθελὼν WH Treg NA28 ] + αὐτὸ RP
†23:53
αὐτὸν WH Treg NA28 ] αὐτὸ NIV RP
‡23:53
οὐδεὶς οὔπω WH Treg NA28 ] οὐδέπω οὐδεὶς RP
§23:54
παρασκευῆς καὶ WH Treg NA28 ] Παρασκευή RP
*23:55
αἱ WH Treg NA28 ] – RP
†23:55
ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NA28 ] αὐτῷ ἐκ τῆς Γαλιλαίας Treg RP
ἡμῶν WH Treg NA28 ] – RP
φόρους Καίσαρι WH Treg NA28 ] Καίσαρι φόρους RP
καὶ WH Treg NA28 ] – RP
αὑτὸν WH ] ἑαυτὸν Treg NA28 RP
ἠρώτησεν WH Treg NA28 ] ἐπηρώτησεν RP
καὶ WH Treg NA28 ] – RP
ἀκούσας WH NA28 ] + Γαλιλαίαν Treg RP
ἐξ ἱκανῶν χρόνων θέλων WH Treg NA28 ] θέλων ἐξ ἱκανοῦ RP
ἀκούειν WH Treg NA28 ] + πολλὰ RP
καὶ NA28 ] – WH Treg RP
περιβαλὼν WH NA28 ] αὐτὸν Treg RP
Ἡρῴδης καὶ ὁ Πιλᾶτος WH Treg NA28 ] Πιλάτος καὶ ὁ Ἡρῴδης RP
αὑτούς WH ] αὐτούς Treg NA28; ἑαυτούς RP
οὐθὲν WH Treg NA28 ] οὐδὲν RP
ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς WH NA28 ] ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν Treg RP
ἀπολύσω WH Treg NA28 ] + 17 Ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. RP
Ἀνέκραγον WH Treg NA28 ] Ἀνέκραξαν RP
τὸν WH Treg NA28 ] – RP
βληθεὶς ἐν τῇ φυλακῇ WH Treg NA28 ] βεβλημένος εἰς φυλακήν RP
δὲ WH Treg NA28 ] οὖν RP
προσεφώνησεν Treg RP ] + αὐτοῖς WH NA28
Σταύρου σταύρου WH Treg NA28 ] Σταύρωσον σταύρωσον RP
αὐτῶν WH NA28 ] + καὶ τῶν ἀρχιερέων Treg RP
καὶ WH Treg NA28 ] Ὁ δὲ RP
εἰς WH Treg NA28 ] + τὴν RP
Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον WH Treg NA28 ] Σίμωνός τινος Κυρηναίου ἐρχομένου RP
αἳ WH Treg NA28 ] + καὶ RP
ὁ NA28 RP ] – WH Treg
αἱ WH Treg NA28 ] – RP
ἔθρεψαν WH Treg NA28 ] ἐθήλασαν RP
τῷ Treg NA28 RP ] – WH
κακοῦργοι δύο WH NA28 ] δύο κακοῦργοι Treg RP
ἦλθον WH Treg NA28 ] ἀπῆλθον RP
ὁ δὲ … ποιοῦσιν Treg NA28 RP ] ⟦WH⟧
κλήρους NA28 ] κλῆρον WH Treg RP
ἄρχοντες WH Treg NA28 ] + σὺν αὐτοῖς RP
τοῦ θεοῦ ὁ WH NA28 ] ὁ τοῦ θεοῦ Treg RP
ἐνέπαιξαν WH NA28 ] ἐνέπαιζον Treg RP
ὄξος WH Treg NA28 ] καὶ ὄξος RP
ἐπιγραφὴ WH NA28 ] + ἐπιγεγραμμένη Treg; + γεγραμμένη RP
αὐτῷ WH Treg NA28 ] + γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς Οὗτός ἐστιν RP
οὗτος WH Treg NA28 ] – RP
λέγων Treg NA28 RP ] – WH
Οὐχὶ WH Treg NA28 ] Εἰ RP
ἐπιτιμῶν αὐτῷ ἔφη WH Treg NA28 ] ἐπετίμα αὐτῷ λέγων RP
ἔλεγεν WH Treg NA28 ] + τᾠ RP
μου WH Treg NA28 ] + κύριε RP
ἐν τῇ βασιλείᾳ Treg RP ] εἰς τὴν βασιλείαν WH NA28
αὐτῷ WH NA28 ] + ὁ Ἰησοῦς Treg RP
σοι λέγω WH Treg NA28 ] λέγω σοι RP
Καὶ ἦν WH Treg NA28 ] Ἦν δὲ RP
ἤδη WH Treg NA28 ] – RP
τοῦ ἡλίου ἐκλιπόντος WH NA28 ] καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ Treg RP
δὲ WH NA28 ] – Treg RP
παρατίθεμαι WH Treg NA28 ] παραθήσομαι RP
τοῦτο δὲ WH Treg NA28 ] καὶ ταῦτα RP
ἐδόξαζεν WH Treg NA28 ] ἐδόξασεν RP
θεωρήσαντες WH Treg NA28 ] θεωροῦντες RP
τύπτοντες WH Treg NA28 ] + ἑαυτῶν RP
αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP
μακρόθεν Treg RP ] απο μακρόθεν WH NA28
συνακολουθοῦσαι WH Treg NA28 ] συνακολουθήσασαι RP
ἀνὴρ WH Treg RP ] καὶ ἀνὴρ NA28
προσεδέχετο WH Treg NA28 ] καὶ προσεδέχετο καὶ αὐτὸς RP
καθελὼν WH Treg NA28 ] + αὐτὸ RP
αὐτὸν WH Treg NA28 ] αὐτὸ NIV RP
οὐδεὶς οὔπω WH Treg NA28 ] οὐδέπω οὐδεὶς RP
παρασκευῆς καὶ WH Treg NA28 ] Παρασκευή RP
αἱ WH Treg NA28 ] – RP
ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NA28 ] αὐτῷ ἐκ τῆς Γαλιλαίας Treg RP