24
1τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ⸂ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν ⸀ἀρώματα 2εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 3⸂εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ ⸀σῶμα 4καὶ ἐγένετο ἐν τῷ ⸀ἀπορεῖσθαιαὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ⸂ἐσθῆτι ἀστραπτούσῃ. 5ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν ⸂τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6⸂οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⸃ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7λέγων ⸂τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ⸀ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ⸀ἔλεγονπρὸς τοὺς ἀποστόλους ταῦτα. 11καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ⸀ταῦτα καὶ ἠπίστουν αὐταῖς. 12⸂Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ⸀ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς ⸀αὑτὸν θαυμάζων τὸ γεγονός
13Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ⸂ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς, 14καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ ⸀αὐτὸςἸησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, 16οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ⸀ἐστάθησανσκυθρωποί. 18ἀποκριθεὶς δὲ ⸂εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ ⸀Ναζαρηνοῦ ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. 21ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε ⸀καὶσὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ⸀ἄγειἀφʼ οὗ ταῦτα ἐγένετο. 22ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ⸀ὀρθριναὶἐπὶ τὸ μνημεῖον 23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24καὶἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς ⸀καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. 25καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν ⸀διερμήνευσεναὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ⸀ἑαυτοῦ
28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς ⸀προσεποιήσατο⸀πορρώτερονπορεύεσθαι. 29καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθʼ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ⸀ἤδηἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· 31αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπʼ αὐτῶν. 32καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ⸂ἐν ἡμῖν ὡςἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ⸀ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ⸀ἠθροισμένουςτοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34λέγοντας ὅτι ⸂ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι. 35καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36Ταῦτα δὲ αὐτῶν λαλούντων ⸀αὐτὸςἔστη ἐν μέσῳ ⸀αὐτῶν 37πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ⸂τῇ καρδίᾳ ὑμῶν; 39ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ⸂ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40⸂[καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]⸃ 41ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ ⸀μέρος 43καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44Εἶπεν δὲ ⸂πρὸς αὐτούς· Οὗτοι οἱ λόγοι ⸀μουοὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως ⸀καὶπροφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως ⸀γέγραπταιπαθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47καὶκηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ⸀καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— ⸀ἀρξάμενοιἀπὸ Ἰερουσαλήμ· 48ὑμεῖς ⸀ἐστεμάρτυρες τούτων. 49καὶ ἰδοὺ ἐγὼ ⸀ἐξαποστέλλωτὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ ⸀πόλειἕως οὗ ἐνδύσησθε ⸂ἐξ ὕψους δύναμιν.
50Ἐξήγαγεν δὲ αὐτοὺς ⸀ἕως⸀πρὸςΒηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν ⸂[καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν⸃. 52καὶ αὐτοὶ ⸂[προσκυνήσαντες αὐτὸν⸃ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ ⸀εὐλογοῦντεςτὸν ⸀θεόν ‘p /’ ‘/book’
Notes
*24:1
ἐπὶ τὸ μνῆμα ἦλθον WH NA28 ] ἦλθον ἐπὶ τὸ μνῆμα Treg RP
†24:1
ἀρώματα WH Treg NA28 ] + καί τινες σὺν αὐταῖς RP
‡24:3
εἰσελθοῦσαι δὲ WH Treg NA28 ] Καὶ εἰσελθοῦσαι RP
§24:3
σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NA28 RP
*24:4
ἀπορεῖσθαι WH Treg NA28 ] διαπορεῖσθαι RP
†24:4
ἐσθῆτι ἀστραπτούσῃ WH Treg NA28 ] ἐσθήσεσιν ἀστραπτούσαις RP
‡24:5
τὰ πρόσωπα WH Treg NA28 ] τὸ πρόσωπον RP
§24:6
οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη Treg NA28 RP ] ⟦WH⟧
*24:7
τὸν … ἀνθρώπου ὅτι δεῖ WH Treg NA28 ] ὅτι δεῖ τὸν … ἀνθρώπου RP
†24:10
ἡ WH Treg NA28 ] –RP
‡24:10
ἔλεγον WH Treg NA28 ] αἳ ἔλεγον RP
§24:11
ταῦτα WH Treg NA28 ] αὐτῶν RP
*24:12
Ὁ δὲ … τὸ γεγονός Treg NA28 RP ] ⟦WH⟧
†24:12
ὀθόνια ⟦WH⟧ Treg NA28 ] + κείμενα RP
‡24:12
αὑτὸν ⟦WH⟧ ] αὐτὸν Treg; ἑαυτὸν NA28 RP
§24:13
ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NA28 ] ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ Treg RP
*24:15
αὐτὸς WH Treg NA28 ] + ὁ RP
†24:17
ἐστάθησαν WH Treg NA28 ] ἐστε RP
‡24:18
εἷς ὀνόματι WH Treg NA28 ] εἷς ἐξ αὐτῶν ὀνόματι NIV; ὁ εἷς ᾧ ὄνομα RP
§24:19
Ναζαρηνοῦ WH Treg NA28 ] Ναζωραίου RP
*24:21
καὶ WH Treg NA28 ] – RP
†24:21
ἄγει WH NA28 ] + σήμερον Treg RP
‡24:22
ὀρθριναὶ WH Treg NA28 ] ὄρθριαι RP
§24:24
καὶ NA28 RP ] – WH Treg
*24:27
διερμήνευσεν WH Treg NA28 ] διηρμήνευεν RP
†24:27
ἑαυτοῦ WH NA28 RP ] αὐτοῦ Treg
‡24:28
προσεποιήσατο WH Treg NA28 ] προσεποιεῖτο RP
§24:28
πορρώτερον WH Treg NA28 ] πορρωτέρω RP
*24:29
ἤδη WH Treg NA28 ] – RP
†24:32
ἐν ἡμῖν Treg NA28 RP ] – WH
‡24:32
ὡς WH Treg NA28 ] καὶ ὡς RP
§24:33
ἠθροισμένους WH Treg NA28 ] συνηθροισμένους RP
*24:34
ὄντως ἠγέρθη ὁ κύριος WH Treg NA28 ] Ἠγέρθη ὁ κύριος ὄντως RP
†24:36
αὐτὸς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
‡24:36
αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NA28 RP
§24:38
τῇ καρδίᾳ WH Treg NA28 ] ταῖς καρδίαις RP
*24:39
ἐγώ εἰμι αὐτός WH Treg NA28 ] αὐτὸς ἐγώ εἰμι RP
†24:40
καὶ τοῦτο … τοὺς πόδας Treg NA28 RP ] ⟦WH⟧
‡24:40
ἔδειξεν ⟦WH⟧ Treg NA28 ] ἐπέδειξεν RP
§24:42
μέρος WH NA28 ] + καὶ ἀπὸ μελισσίου κηρίου Treg RP
*24:44
πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP
†24:44
μου WH Treg NA28 ] – RP
‡24:44
καὶ RP ] + τοῖς WH Treg NA28
§24:46
γέγραπται WH Treg NA28 ] + καὶ οὕτως ἔδει RP
*24:47
καὶ Treg NIV RP ] εἰς WH NA28
†24:47
ἀρξάμενοι WH Treg NA28 ] ἀρξάμενον RP
‡24:48
ἐστε Treg ] – WH NA28; δέ ἐστε RP
§24:49
ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NA28 RP
*24:49
πόλει WH Treg NA28 ] + Ἱερουσαλήμ RP
†24:49
ἐξ ὕψους δύναμιν WH Treg NA28 ] δύναμιν ἐξ ὕψους RP
‡24:50
ἕως WH Treg NIV ] ἔξω ἕως RP NA28
§24:50
πρὸς WH Treg NA28 ] εἰς RP
*24:51
καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NA28 RP ] ⟦WH⟧
†24:52
προσκυνήσαντες αὐτὸν Treg NA28 RP ] ⟦WH⟧
‡24:53
εὐλογοῦντες WH NA28 ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP
§24:53
θεόν WH Treg NA28 ] + Ἀμήν RP
ἐπὶ τὸ μνῆμα ἦλθον WH NA28 ] ἦλθον ἐπὶ τὸ μνῆμα Treg RP
ἀρώματα WH Treg NA28 ] + καί τινες σὺν αὐταῖς RP
εἰσελθοῦσαι δὲ WH Treg NA28 ] Καὶ εἰσελθοῦσαι RP
σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NA28 RP
ἀπορεῖσθαι WH Treg NA28 ] διαπορεῖσθαι RP
ἐσθῆτι ἀστραπτούσῃ WH Treg NA28 ] ἐσθήσεσιν ἀστραπτούσαις RP
τὰ πρόσωπα WH Treg NA28 ] τὸ πρόσωπον RP
οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη Treg NA28 RP ] ⟦WH⟧
τὸν … ἀνθρώπου ὅτι δεῖ WH Treg NA28 ] ὅτι δεῖ τὸν … ἀνθρώπου RP
ἡ WH Treg NA28 ] –RP
ἔλεγον WH Treg NA28 ] αἳ ἔλεγον RP
ταῦτα WH Treg NA28 ] αὐτῶν RP
Ὁ δὲ … τὸ γεγονός Treg NA28 RP ] ⟦WH⟧
ὀθόνια ⟦WH⟧ Treg NA28 ] + κείμενα RP
αὑτὸν ⟦WH⟧ ] αὐτὸν Treg; ἑαυτὸν NA28 RP
ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NA28 ] ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ Treg RP
αὐτὸς WH Treg NA28 ] + ὁ RP
ἐστάθησαν WH Treg NA28 ] ἐστε RP
εἷς ὀνόματι WH Treg NA28 ] εἷς ἐξ αὐτῶν ὀνόματι NIV; ὁ εἷς ᾧ ὄνομα RP
Ναζαρηνοῦ WH Treg NA28 ] Ναζωραίου RP
καὶ WH Treg NA28 ] – RP
ἄγει WH NA28 ] + σήμερον Treg RP
ὀρθριναὶ WH Treg NA28 ] ὄρθριαι RP
καὶ NA28 RP ] – WH Treg
διερμήνευσεν WH Treg NA28 ] διηρμήνευεν RP
ἑαυτοῦ WH NA28 RP ] αὐτοῦ Treg
προσεποιήσατο WH Treg NA28 ] προσεποιεῖτο RP
πορρώτερον WH Treg NA28 ] πορρωτέρω RP
ἤδη WH Treg NA28 ] – RP
ἐν ἡμῖν Treg NA28 RP ] – WH
ὡς WH Treg NA28 ] καὶ ὡς RP
ἠθροισμένους WH Treg NA28 ] συνηθροισμένους RP
ὄντως ἠγέρθη ὁ κύριος WH Treg NA28 ] Ἠγέρθη ὁ κύριος ὄντως RP
αὐτὸς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NA28 RP
τῇ καρδίᾳ WH Treg NA28 ] ταῖς καρδίαις RP
ἐγώ εἰμι αὐτός WH Treg NA28 ] αὐτὸς ἐγώ εἰμι RP
καὶ τοῦτο … τοὺς πόδας Treg NA28 RP ] ⟦WH⟧
ἔδειξεν ⟦WH⟧ Treg NA28 ] ἐπέδειξεν RP
μέρος WH NA28 ] + καὶ ἀπὸ μελισσίου κηρίου Treg RP
πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP
μου WH Treg NA28 ] – RP
καὶ RP ] + τοῖς WH Treg NA28
γέγραπται WH Treg NA28 ] + καὶ οὕτως ἔδει RP
καὶ Treg NIV RP ] εἰς WH NA28
ἀρξάμενοι WH Treg NA28 ] ἀρξάμενον RP
ἐστε Treg ] – WH NA28; δέ ἐστε RP
ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NA28 RP
πόλει WH Treg NA28 ] + Ἱερουσαλήμ RP
ἐξ ὕψους δύναμιν WH Treg NA28 ] δύναμιν ἐξ ὕψους RP
ἕως WH Treg NIV ] ἔξω ἕως RP NA28
πρὸς WH Treg NA28 ] εἰς RP
καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NA28 RP ] ⟦WH⟧
προσκυνήσαντες αὐτὸν Treg NA28 RP ] ⟦WH⟧
εὐλογοῦντες WH NA28 ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP
θεόν WH Treg NA28 ] + Ἀμήν RP