15
1Τότε προσέρχονται τῷ ⸀Ἰησοῦἀπὸ Ἱεροσολύμων ⸂Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες 2Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας ⸀αὐτῶνὅταν ἄρτον ἐσθίωσιν. 3ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; 4ὁ γὰρ θεὸς ⸀εἶπεν Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 5ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 6⸀οὐμὴ ⸀τιμήσειτὸν πατέρα ⸀αὐτοῦ καὶ ἠκυρώσατε ⸂τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. 7ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων· 8⸂Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· 9μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
10Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· 11οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12Τότε προσελθόντες οἱ ⸀μαθηταὶ⸀λέγουσιναὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14ἄφετε αὐτούς· ⸂τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. 15Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ⸀ταύτην 16ὁ ⸀δὲεἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17⸀οὐνοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
21Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸀ἔκραζενλέγουσα· Ἐλέησόν με, κύριε ⸀υἱὸςΔαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ⸀ἠρώτουναὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25ἡ δὲ ἐλθοῦσα ⸀προσεκύνειαὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. 26ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27ἡ δὲ εἶπεν· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθʼ ἑαυτῶν ⸂κωφούς, τυφλούς, χωλούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸀αὐτοῦ καὶ ἐθεράπευσεν αὐτούς· 31ὥστε ⸂τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας ⸂κυλλοὺς ὑγιεῖς ⸀καὶχωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
32Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33καὶ λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35καὶ ⸀παραγγείλας⸂τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν 36⸀ἔλαβεντοὺς ἑπτὰ ἄρτους καὶτοὺς ἰχθύας ⸀καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀ἐδίδουτοῖς ⸀μαθηταῖςοἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις. 37καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ⸂τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις. 38οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια ⸀Μαγαδάν
Notes
*15:1
Ἰησοῦ WH Treg NA28 ] + οἱ RP
†15:1
Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NA28 ] γραμματεῖς καὶ Φαρισαῖοι RP
‡15:2
αὐτῶν Treg NA28 RP ] – WH
§15:4
εἶπεν WH Treg NA28 ] ἐνετείλατο λέγων RP
*15:6
οὐ WH Treg NA28 ] καὶ οὐ RP
†15:6
τιμήσει WH Treg NA28 ] τιμήσῃ RP
‡15:6
αὐτοῦ WH NA28 ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP
§15:6
τὸν λόγον WH Treg NA28 ] τὴν ἐντολὴν RP
*15:8
Ὁ λαὸς οὗτος WH Treg NA28 ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP
†15:12
μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP
‡15:12
λέγουσιν WH Treg NA28 ] εἶπον RP
§15:14
τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν Treg NA28 ] τυφλοί εἰσιν ὁδηγοί WH NIV; ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP
*15:15
ταύτην NA28 RP ] – WH Treg
†15:16
δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
‡15:17
οὐ WH Treg NA28 ] Οὔπω RP
§15:22
ἔκραζεν WH Treg NA28 ] ἐκραύγασεν αὐτῷ RP
*15:22
υἱὸς WH Treg NA28 ] υἱὲ RP
†15:23
ἠρώτουν WH Treg NA28 ] ἠρώτων RP
‡15:25
προσεκύνει WH Treg NA28 ] προσεκύνησεν RP
§15:30
κωφούς, τυφλούς, χωλούς, κυλλούς Holmes ] χωλούς, κυλλούς, τυφλούς, κωφούς WH; χωλούς, τυφλούς, κωφούς, κυλλούς Treg RP; χωλούς, τυφλούς, κυλλούς, κωφούς NA28
*15:30
αὐτοῦ WH Treg NA28 ] τοῦ Ἰησοῦ RP
†15:31
τὸν ὄχλον WH NA28 ] τοὺς ὄχλους Treg RP
‡15:31
κυλλοὺς ὑγιεῖς Treg NA28 RP ] – WH
§15:31
καὶ WH Treg NA28 ] – RP
*15:33
μαθηταί WH NA28 ] + αὐτοῦ Treg RP
†15:35
παραγγείλας WH Treg NA28 ] ἐκέλευσεν RP
‡15:35
τῷ ὄχλῳ WH Treg NA28 ] τοῖς ὄχλοις RP
§15:36
ἔλαβεν WH Treg NA28 ] καὶ λαβὼν RP
*15:36
καὶ WH Treg NA28 ] – RP
†15:36
ἐδίδου WH Treg NA28 ] ἔδωκεν RP
‡15:36
μαθηταῖς WH NA28 ] + αὐτοῦ Treg RP
§15:36
τοῖς ὄχλοις WH Treg NA28 ] τῷ ὄχλῷ RP
*15:37
τὸ … κλασμάτων ἦραν WH Treg NA28 ] ἦραν τὸ … κλασμάτων RP
†15:39
Μαγαδάν WH Treg NA28 ] Μαγδαλά RP
Ἰησοῦ WH Treg NA28 ] + οἱ RP
Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NA28 ] γραμματεῖς καὶ Φαρισαῖοι RP
αὐτῶν Treg NA28 RP ] – WH
εἶπεν WH Treg NA28 ] ἐνετείλατο λέγων RP
οὐ WH Treg NA28 ] καὶ οὐ RP
τιμήσει WH Treg NA28 ] τιμήσῃ RP
αὐτοῦ WH NA28 ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP
τὸν λόγον WH Treg NA28 ] τὴν ἐντολὴν RP
Ὁ λαὸς οὗτος WH Treg NA28 ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP
μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP
λέγουσιν WH Treg NA28 ] εἶπον RP
τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν Treg NA28 ] τυφλοί εἰσιν ὁδηγοί WH NIV; ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP
ταύτην NA28 RP ] – WH Treg
δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
οὐ WH Treg NA28 ] Οὔπω RP
ἔκραζεν WH Treg NA28 ] ἐκραύγασεν αὐτῷ RP
υἱὸς WH Treg NA28 ] υἱὲ RP
ἠρώτουν WH Treg NA28 ] ἠρώτων RP
προσεκύνει WH Treg NA28 ] προσεκύνησεν RP
κωφούς, τυφλούς, χωλούς, κυλλούς Holmes ] χωλούς, κυλλούς, τυφλούς, κωφούς WH; χωλούς, τυφλούς, κωφούς, κυλλούς Treg RP; χωλούς, τυφλούς, κυλλούς, κωφούς NA28
αὐτοῦ WH Treg NA28 ] τοῦ Ἰησοῦ RP
τὸν ὄχλον WH NA28 ] τοὺς ὄχλους Treg RP
κυλλοὺς ὑγιεῖς Treg NA28 RP ] – WH
καὶ WH Treg NA28 ] – RP
μαθηταί WH NA28 ] + αὐτοῦ Treg RP
παραγγείλας WH Treg NA28 ] ἐκέλευσεν RP
τῷ ὄχλῳ WH Treg NA28 ] τοῖς ὄχλοις RP
ἔλαβεν WH Treg NA28 ] καὶ λαβὼν RP
καὶ WH Treg NA28 ] – RP
ἐδίδου WH Treg NA28 ] ἔδωκεν RP
μαθηταῖς WH NA28 ] + αὐτοῦ Treg RP
τοῖς ὄχλοις WH Treg NA28 ] τῷ ὄχλῷ RP
τὸ … κλασμάτων ἦραν WH Treg NA28 ] ἦραν τὸ … κλασμάτων RP
Μαγαδάν WH Treg NA28 ] Μαγδαλά RP