20
1Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2⸂συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· 4καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν· 5οἱ δὲ ἀπῆλθον. ⸀πάλινἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. 6περὶ δὲ τὴν ⸀ἑνδεκάτηνἐξελθὼν εὗρεν ἄλλους ⸀ἑστῶτας καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ⸀ἀμπελῶνα 8ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος ⸀αὐτοῖςτὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9⸂καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10⸂καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸀πλεῖονλήμψονται· καὶ ἔλαβον ⸂τὸ ἀνὰ δηνάριον καὶ αὐτοί. 11λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12⸀λέγοντες Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸂αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13ὁ δὲ ἀποκριθεὶς ⸂ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15⸀οὐκἔξεστίν μοι ⸂ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ⸀ἢὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16οὕτως ἔσονται οἱ ἔσχατοιπρῶτοι καὶ οἱ πρῶτοι ⸀ἔσχατοι. 17⸂Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸀μαθητὰςκατʼ ἰδίαν, ⸂καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς· 18Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθήσεται 20Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸀παρʼαὐτοῦ. 21ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ⸀σουκαὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. 22ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω ⸀πίνειν λέγουσιν αὐτῷ· Δυνάμεθα. 23⸀λέγειαὐτοῖς· Τὸ μὲν ποτήριόν μου ⸀πίεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ⸀εὐωνύμωνοὐκ ἔστιν ⸀ἐμὸνδοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. 24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26οὐχ οὕτως ⸀ἔσταιἐν ὑμῖν· ἀλλʼ ὃς ⸀ἂνθέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, 27καὶ ὃς ⸀ἂνθέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸀ἔσταιὑμῶν δοῦλος· 28ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. 29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ. 31ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ⸀ἔκραξανλέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ. 32καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; 33λέγουσιν αὐτῷ· Κύριε, ἵνα ⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. 34σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸀ὀμμάτωναὐτῶν, καὶ εὐθέως ⸀ἀνέβλεψανκαὶ ἠκολούθησαν αὐτῷ.
Notes
*20:2
συμφωνήσας δὲ WH Treg NA28 ] Καὶ συμφωνήσας RP
†20:5
πάλιν NIV RP ] + δὲ WH Treg NA28
‡20:6
ἑνδεκάτην WH Treg NA28 ] + ὥραν RP
§20:6
ἑστῶτας WH Treg NA28 ] + ἀργούς RP
*20:7
ἀμπελῶνα WH Treg NA28 ] + καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP
†20:8
αὐτοῖς Treg NA28 RP ] – WH
‡20:9
καὶ ἐλθόντες Treg NA28 RP ] ἐλθόντες δὲ WH
§20:10
καὶ ἐλθόντες WH Treg NA28 ] Ἐλθόντες δὲ RP
*20:10
πλεῖον WH Treg NA28 ] πλεῖονα RP
†20:10
τὸ ἀνὰ δηνάριον καὶ αὐτοί WH Treg NA28 ] καὶ αὐτοὶ ἀνὰ δηνάριον RP
‡20:12
λέγοντες WH Treg NA28 ] + ὅτι RP
§20:12
αὐτοὺς ἡμῖν WH ] ἡμῖν αὐτοὺς Treg NA28 RP
*20:13
ἑνὶ αὐτῶν εἶπεν WH NA28 ] εἶπεν ἑνὶ αὐτῶν Treg RP
†20:15
οὐκ WH Treg NIV ] Ἢ οὐκ RP NA28
‡20:15
ὃ θέλω ποιῆσαι WH Treg NA28 ] ποιῆσαι ὃ θέλω RP
§20:15
ἢ WH Treg NA28 ] Εἰ RP
*20:16
ἔσχατοι WH NA28 ] + πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί Treg RP
†20:17
Καὶ ἀναβαίνων ὁ Treg NA28 RP ] Μέλλων δὲ ἀναβαίνειν WH
‡20:17
μαθητὰς WH NA28 RP ] – Treg
§20:17
καὶ ἐν τῇ ὁδῷ WH Treg NA28 ] ἐν τῇ ὁδῷ καὶ RP; καὶ NIV
*20:19
ἐγερθήσεται WH Treg NA28 ] ἀναστήσεται RP
†20:20
παρʼ RP ] ἀπʼ WH Treg NA28
‡20:21
σου Treg NA28 RP ] – WH
§20:22
πίνειν WH Treg NA28 ] + ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP
*20:23
λέγει WH Treg NA28 ] Καὶ λέγει RP
†20:23
πίεσθε WH Treg NA28 ] + καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP
‡20:23
εὐωνύμων WH Treg NA28 ] + μου RP
§20:23
ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA28
*20:26
ἔσται NA28 ] δέ ἔσται RP; ἐστὶν WH Treg
†20:26
ἂν WH Treg ] ἐὰν NA28 RP
‡20:27
ἂν WH Treg NA28 ] ἐὰν RP
§20:27
ἔσται WH Treg NA28 ] ἔστω RP
*20:30
Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA28
†20:30
υἱὸς WH Treg RP NA28 ] υἱὲ NIV
‡20:31
ἔκραξαν WH Treg NA28 ] ἔκραζον RP
§20:31
Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA28
*20:31
υἱὸς WH Treg RP NA28 ] υἱὲ NIV
†20:33
ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν WH Treg NA28 ] ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί RP
‡20:34
ὀμμάτων WH Treg NA28 ] ὀφθαλμῶν RP
§20:34
ἀνέβλεψαν WH Treg NA28 ] + αὐτῶν οἱ ὀφθαλμοί RP