22
1Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ⸂ἐν παραβολαῖς αὐτοῖς λέγων· 2Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. 3καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ⸀ἡτοίμακα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ⸀ὃςμὲν εἰς τὸν ἴδιον ἀγρόν, ⸁ὃςδὲ ⸀ἐπὶτὴν ἐμπορίαν αὐτοῦ· 6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7⸂ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. 8τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· 9πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ⸀ἐὰνεὕρητε καλέσατε εἰς τοὺς γάμους. 10καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ⸀οὓςεὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ ⸀γάμοςἀνακειμένων. 11εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. 13τότε ⸂ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ⸂ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.
15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν ⸀λέγοντες Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· 17εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; 18γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί; 19ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21λέγουσιν ⸀αὐτῷ Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, ⸀λέγοντεςμὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ⸀γήμαςἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· 27ὕστερον δὲ πάντων ἀπέθανεν ⸀ἡγυνή. 28ἐν τῇ ⸂ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
29Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· 30ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται ἀλλʼ ὡς ἄγγελοι ⸀θεοῦἐν ⸀τῷοὐρανῷ εἰσιν· 31περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· 32Ἐγώ εἰμι ὁ θεὸςἈβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ⸂ὁ θεὸς⸃ νεκρῶν ἀλλὰ ζώντων. 33καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. 35καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων ⸀αὐτόν 36Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37ὁ ⸀δὲἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ ⸀τῇκαρδίᾳ σου καὶ ἐν ὅλῃ ⸁τῇψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38αὕτη ἐστὶν ⸂ἡ μεγάλη καὶ πρώτη ἐντολή. 39Δευτέρα ⸀δὲὁμοία ⸀αὐτῇ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος ⸂κρέμαται καὶ οἱ προφῆται.
41Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. 43λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι ⸂καλεῖ αὐτὸν κύριον λέγων· 44⸀Εἶπενκύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτωτῶν ποδῶν σου; 45εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46καὶ οὐδεὶς ἐδύνατο ⸂ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
Notes
*22:1
ἐν παραβολαῖς αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἐν παραβολαῖς RP
†22:4
ἡτοίμακα WH Treg NA28 ] ἡτοίμασα RP
‡22:5
⸀ὃς WH Treg NA28 ] ὁ RP
§22:5
⸁ὃς WH Treg NA28 ] ὁ RP
*22:5
ἐπὶ WH Treg NA28 ] εἰς RP
†22:7
ὁ δὲ βασιλεὺς WH Treg NA28 ] Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος RP
‡22:9
ἐὰν WH Treg NA28 ] ἂν RP
§22:10
οὓς WH NA28 ] ὅσους Treg RP
*22:10
γάμος Treg NA28 RP ] νυμφὼν WH
†22:13
ὁ βασιλεὺς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ βασιλεὺς RP
‡22:13
ἐκβάλετε αὐτὸν WH Treg NA28 ] ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP
§22:16
λέγοντες NA28 RP ] λέγοντας WH Treg
*22:21
αὐτῷ Treg NA28 RP ] – WH
†22:23
λέγοντες WH Treg NA28 ] οἱ λέγοντες RP
‡22:25
γήμας WH Treg NA28 ] γαμήσας RP
§22:27
ἡ WH NA28 ] καὶ ἡ Treg RP
*22:28
ἀναστάσει οὖν WH Treg NA28 ] οὖν ἀναστάσει RP
†22:30
γαμίζονται WH Treg NA28 ] ἐκγαμίζονται RP
‡22:30
θεοῦ Holmes ] τοῦ θεοῦ RP; – WH Treg NA28
§22:30
τῷ WH Treg NA28 ] – RP
*22:32
ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς θεὸς RP; θεὸς WHmarg
†22:35
αὐτόν WH Treg NA28 ] + καὶ λέγων RP
‡22:37
δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
§22:37
⸀τῇ Treg NA28 ] – WH RP
*22:37
⸁τῇ WH Treg NA28 ] – RP
†22:38
ἡ μεγάλη καὶ πρώτη WH Treg NA28 ] πρώτη καὶ μεγάλη RP
‡22:39
δὲ Treg NA28 RP ] – WH
§22:39
αὐτῇ Treg NA28 RP ] αὕτη WH
*22:40
κρέμαται καὶ οἱ προφῆται WH Treg NA28 ] καὶ οἱ προφῆται κρέμανται RP
†22:43
καλεῖ αὐτὸν κύριον WH Treg NA28 ] κύριον αὐτὸν καλεῖ RP
‡22:44
Εἶπεν WH Treg NA28 ] + ὁ RP
§22:44
ὑποκάτω WH Treg NA28 ] ὑποπόδιον RP
*22:46
ἀποκριθῆναι αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῆναι RP
ἐν παραβολαῖς αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἐν παραβολαῖς RP
ἡτοίμακα WH Treg NA28 ] ἡτοίμασα RP
⸀ὃς WH Treg NA28 ] ὁ RP
⸁ὃς WH Treg NA28 ] ὁ RP
ἐπὶ WH Treg NA28 ] εἰς RP
ὁ δὲ βασιλεὺς WH Treg NA28 ] Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος RP
ἐὰν WH Treg NA28 ] ἂν RP
οὓς WH NA28 ] ὅσους Treg RP
γάμος Treg NA28 RP ] νυμφὼν WH
ὁ βασιλεὺς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ βασιλεὺς RP
ἐκβάλετε αὐτὸν WH Treg NA28 ] ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP
λέγοντες NA28 RP ] λέγοντας WH Treg
αὐτῷ Treg NA28 RP ] – WH
λέγοντες WH Treg NA28 ] οἱ λέγοντες RP
γήμας WH Treg NA28 ] γαμήσας RP
ἡ WH NA28 ] καὶ ἡ Treg RP
ἀναστάσει οὖν WH Treg NA28 ] οὖν ἀναστάσει RP
γαμίζονται WH Treg NA28 ] ἐκγαμίζονται RP
θεοῦ Holmes ] τοῦ θεοῦ RP; – WH Treg NA28
τῷ WH Treg NA28 ] – RP
ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς θεὸς RP; θεὸς WHmarg
αὐτόν WH Treg NA28 ] + καὶ λέγων RP
δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
⸀τῇ Treg NA28 ] – WH RP
⸁τῇ WH Treg NA28 ] – RP
ἡ μεγάλη καὶ πρώτη WH Treg NA28 ] πρώτη καὶ μεγάλη RP
δὲ Treg NA28 RP ] – WH
αὐτῇ Treg NA28 RP ] αὕτη WH
κρέμαται καὶ οἱ προφῆται WH Treg NA28 ] καὶ οἱ προφῆται κρέμανται RP
καλεῖ αὐτὸν κύριον WH Treg NA28 ] κύριον αὐτὸν καλεῖ RP
Εἶπεν WH Treg NA28 ] + ὁ RP
ὑποκάτω WH Treg NA28 ] ὑποπόδιον RP
ἀποκριθῆναι αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῆναι RP