23
1Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ 2λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. 3πάντα οὖν ὅσα ⸀ἐὰνεἴπωσιν ὑμῖν ⸂ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. 4δεσμεύουσιν ⸀δὲφορτία ⸀βαρέακαὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, ⸂αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. 5πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι ⸀γὰρτὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ ⸀κράσπεδα 6φιλοῦσι ⸀δὲτὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς 7καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων· ⸀Ῥαββί 8ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ ⸀διδάσκαλος πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· 9καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ⸂ὑμῶν ὁ πατὴρ ὁ ⸀οὐράνιος 10μηδὲ κληθῆτε καθηγηταί, ⸂ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ χριστός· 11ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ⸀ὑψωθήσεται
13Οὐαὶ ⸀δὲὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε ⸀εἰσελθεῖν 15Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. 17μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ⸀ἁγιάσαςτὸν χρυσόν; 18καί· Ὃς ⸀ἂνὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει. 19⸀τυφλοί τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 21καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ ⸀κατοικοῦντιαὐτόν· 22καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ ⸂τὸ ἔλεος καὶ τὴν πίστιν· ⸀ταῦταἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀ἀφιέναι 24ὁδηγοὶ τυφλοί, ⸀οἱδιϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.
25Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ⸀ἀκρασίας 26Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου ⸂καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς ⸀αὐτοῦκαθαρόν.
27Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ⸀παρομοιάζετετάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· 28οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ⸂ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.
29Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30καὶ λέγετε· Εἰ ⸀ἤμεθαἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ⸁ἤμεθα⸂αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν· 31ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ⸀ἐξαὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 35ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36ἀμὴν λέγω ὑμῖν, ⸀ἥξει⸂ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
37Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ⸀ἀποκτείνουσατοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ⸂ὄρνις ἐπισυνάγει τὰ νοσσία ⸀αὐτῆςὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; 38ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ⸀ἔρημος 39λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπʼ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
Notes
*23:3
ἐὰν WH NA28 RP ] ἂν Treg
†23:3
ποιήσατε καὶ τηρεῖτε WH Treg NA28 ] τηρεῖν τηρεῖτε καὶ ποιεῖτε RP
‡23:4
δὲ WH Treg NA28 ] γὰρ RP
§23:4
βαρέα WH NIV ] + καὶ δυσβάστακτα Treg RP NA28
*23:4
αὐτοὶ δὲ τῷ WH Treg NA28 ] τῷ δὲ RP
†23:5
γὰρ WH Treg NA28 ] δὲ RP
‡23:5
κράσπεδα WH Treg NA28 ] + τῶν ἱματίων αὐτῶν NIV RP
§23:6
δὲ WH Treg NA28 ] τε RP
*23:7
Ῥαββί WH Treg NA28 ] + Ῥαββί RP
†23:8
διδάσκαλος WH Treg NA28 ] καθηγητής ὁ χριστός RP
‡23:9
ὑμῶν ὁ πατὴρ WH Treg NA28 ] ὁ πατὴρ ὑμῶν RP
§23:9
οὐράνιος WH Treg NA28 ] ἐν τοῖς οὐρανοῖς RP
*23:10
ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς WH Treg NA28 ] εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής RP
†23:12
ὑψωθήσεται WH Treg NA28 ] + 13 Οὐαὶ δέ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα (and re-number SBL v. 13 as 14) RP
‡23:13
δὲ WH Treg NA28 ] – RP
§23:13
εἰσελθεῖν WH Treg NA28 RP ] + 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα TR
*23:17
ἁγιάσας WH Treg NA28 ] ἁγιάζων RP
†23:18
ἂν WH Treg NA28 ] ἐὰν RP
‡23:19
τυφλοί WH Treg NA28 ] Μωροὶ καὶ τυφλοί RP
§23:21
κατοικοῦντι WH NA28 ] κατοικήσαντι Treg RP
*23:23
τὸ ἔλεος WH Treg NA28 ] τὸν ἔλεον RP
†23:23
ταῦτα NIV RP ] + δὲ WH Treg NA28
‡23:23
ἀφιέναι WH NA28 RP ] ἀφεῖναι Treg
§23:24
οἱ Treg NA28 RP ] – WH
*23:25
ἀκρασίας WH Treg NA28 ] ἀδικίας RP
†23:26
καὶ τῆς παροψίδος WH Treg NIV RP ] – WHmarg NA28
‡23:26
αὐτοῦ WH Treg NA28 ] αὐτῶν RP
§23:27
παρομοιάζετε WH NA28 RP ] ὁμοιάζετε Treg
*23:28
ἐστε μεστοὶ WH Treg NA28 ] μεστοί ἐστε RP
†23:30
⸀ἤμεθα WH Treg NA28 ] ἦμεν RP
‡23:30
⸁ἤμεθα WH Treg NA28 ] ἦμεν RP
§23:30
αὐτῶν κοινωνοὶ WH Treg NA28 ] κοινωνοὶ αὐτῶν RP
*23:34
ἐξ WH Treg NA28 ] καὶ ἐξ RP
†23:36
ἥξει WH Treg NA28 ] ὅτι ἥξει RP
‡23:36
ταῦτα πάντα WH NA28 ] πάντα ταῦτα Treg RP
§23:37
ἀποκτείνουσα WH Treg NA28 ] ἀποκτένουσα RP
*23:37
ὄρνις ἐπισυνάγει WH Treg NA28 ] ἐπισυνάγει ὄρνις RP
†23:37
αὐτῆς WH Treg NA28 ] ἑαυτῆς RP
‡23:38
ἔρημος Treg NA28 RP ] – WH
ἐὰν WH NA28 RP ] ἂν Treg
ποιήσατε καὶ τηρεῖτε WH Treg NA28 ] τηρεῖν τηρεῖτε καὶ ποιεῖτε RP
δὲ WH Treg NA28 ] γὰρ RP
βαρέα WH NIV ] + καὶ δυσβάστακτα Treg RP NA28
αὐτοὶ δὲ τῷ WH Treg NA28 ] τῷ δὲ RP
γὰρ WH Treg NA28 ] δὲ RP
κράσπεδα WH Treg NA28 ] + τῶν ἱματίων αὐτῶν NIV RP
δὲ WH Treg NA28 ] τε RP
Ῥαββί WH Treg NA28 ] + Ῥαββί RP
διδάσκαλος WH Treg NA28 ] καθηγητής ὁ χριστός RP
ὑμῶν ὁ πατὴρ WH Treg NA28 ] ὁ πατὴρ ὑμῶν RP
οὐράνιος WH Treg NA28 ] ἐν τοῖς οὐρανοῖς RP
ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς WH Treg NA28 ] εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής RP
ὑψωθήσεται WH Treg NA28 ] + 13 Οὐαὶ δέ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα (and re-number SBL v. 13 as 14) RP
δὲ WH Treg NA28 ] – RP
εἰσελθεῖν WH Treg NA28 RP ] + 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα TR
ἁγιάσας WH Treg NA28 ] ἁγιάζων RP
ἂν WH Treg NA28 ] ἐὰν RP
τυφλοί WH Treg NA28 ] Μωροὶ καὶ τυφλοί RP
κατοικοῦντι WH NA28 ] κατοικήσαντι Treg RP
τὸ ἔλεος WH Treg NA28 ] τὸν ἔλεον RP
ταῦτα NIV RP ] + δὲ WH Treg NA28
ἀφιέναι WH NA28 RP ] ἀφεῖναι Treg
οἱ Treg NA28 RP ] – WH
ἀκρασίας WH Treg NA28 ] ἀδικίας RP
καὶ τῆς παροψίδος WH Treg NIV RP ] – WHmarg NA28
αὐτοῦ WH Treg NA28 ] αὐτῶν RP
παρομοιάζετε WH NA28 RP ] ὁμοιάζετε Treg
ἐστε μεστοὶ WH Treg NA28 ] μεστοί ἐστε RP
⸀ἤμεθα WH Treg NA28 ] ἦμεν RP
⸁ἤμεθα WH Treg NA28 ] ἦμεν RP
αὐτῶν κοινωνοὶ WH Treg NA28 ] κοινωνοὶ αὐτῶν RP
ἐξ WH Treg NA28 ] καὶ ἐξ RP
ἥξει WH Treg NA28 ] ὅτι ἥξει RP
ταῦτα πάντα WH NA28 ] πάντα ταῦτα Treg RP
ἀποκτείνουσα WH Treg NA28 ] ἀποκτένουσα RP
ὄρνις ἐπισυνάγει WH Treg NA28 ] ἐπισυνάγει ὄρνις RP
αὐτῆς WH Treg NA28 ] ἑαυτῆς RP
ἔρημος Treg NA28 RP ] – WH