3
1Καὶ εἰσῆλθεν πάλιν ⸀εἰςσυναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ⸀κατηγορήσωσιναὐτοῦ. 3καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂τὴν χεῖρα ἔχοντι ξηράν· ⸀Ἔγειρεεἰς τὸ μέσον. 4καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ⸀ἀγαθοποιῆσαιἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. 5καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν ⸀χεῖρα καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ 6καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ⸀εὐθὺςμετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ⸀ἐδίδουνκατʼ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
7Καὶ ὁ Ἰησοῦς ⸂μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸀ἠκολούθησεν καὶ ἀπὸ τῆς Ἰουδαίας 8καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας ⸀καὶπέραν τοῦ Ἰορδάνου ⸁καὶπερὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ⸀ἀκούοντεςὅσα ⸀ἐποίειἦλθον πρὸς αὐτόν. 9καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· 10πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. 11καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρουν, προσέπιπτον⸃ αὐτῷ καὶ ⸀ἔκραζον ⸀λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 12καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ⸂αὐτὸν φανερὸν ⸀ποιήσωσιν
13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14καὶ ἐποίησεν ⸀δώδεκα ἵνα ὦσιν μετʼ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15καὶ ἔχειν ⸀ἐξουσίανἐκβάλλειν τὰ δαιμόνια· 16καὶ ⸂ἐποίησεν τοὺς δώδεκα, καὶ⸃ ἐπέθηκεν ⸂ὄνομα τῷ Σίμωνι⸃ Πέτρον, 17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ⸀ὀνόματαΒοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς), 18καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν ⸀Καναναῖον 19καὶ Ἰούδαν ⸀Ἰσκαριώθ ὃς καὶ παρέδωκεν αὐτόν.
20Καὶ ⸀ἔρχεταιεἰς οἶκον· καὶ συνέρχεται πάλιν ⸀ὁὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ⸀μηδὲἄρτον φαγεῖν. 21καὶ ἀκούσαντες οἱ παρʼ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. 22καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24καὶ ἐὰν βασιλεία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· 25καὶ ἐὰν οἰκία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ ⸀δυνήσεται⸂ἡ οἰκία ἐκείνη σταθῆναι· 26καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ ⸀ἐμερίσθη οὐ δύναται ⸀στῆναιἀλλὰ τέλος ἔχει. 27⸂ἀλλʼ οὐδεὶς δύναται ⸂εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει
28Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται ⸂τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα⸃ καὶ ⸂αἱ βλασφημίαι ὅσα ἐὰν⸃ βλασφημήσωσιν· 29ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ⸀ἁμαρτήματος 30ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.
31⸂Καὶ ἔρχονται ⸂ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω ⸀στήκοντεςἀπέστειλαν πρὸς αὐτὸν ⸀καλοῦντεςαὐτόν. 32καὶ ἐκάθητο ⸂περὶ αὐτὸν ὄχλος, ⸂καὶ λέγουσιν αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σουκαὶ οἱ ἀδελφοί ⸀σου ἔξω ζητοῦσίν σε. 33καὶ ⸂ἀποκριθεὶς αὐτοῖς λέγει· Τίς ἐστιν ἡ μήτηρ μου ⸀ἢοἱ ἀδελφοί ⸀μου 34καὶ περιβλεψάμενος ⸂τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 35ὃς ⸀γὰρἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ⸀ἀδελφὴκαὶ μήτηρ ἐστίν.
Notes
*3:1
εἰς WH ] + τὴν Treg NA28 RP
†3:2
κατηγορήσωσιν WH NA28 RP ] κατηγορήσουσιν Treg
‡3:3
τὴν χεῖρα ἔχοντι ξηράν WH Treg ] τὴν ξηράν χεῖρα ἔχοντι NA28; ἐξηραμμένην ἔχοντι τὴν χεῖρα RP
§3:3
Ἔγειρε WH Treg NA28 ] Ἔγειραι RP
*3:4
ἀγαθοποιῆσαι WH Treg RP ] ἀγαθὸν ποιῆσαι NA28
†3:5
χεῖρα NA28 ] + σου WH Treg RP
‡3:5
αὐτοῦ WH Treg NA28 ] + ὑγιὴς ὡς ἡ ἄλλη RP
§3:6
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
*3:6
ἐδίδουν WH Treg NA28 ] ἐποίουν RP
†3:7
μετὰ … αὐτοῦ ἀνεχώρησεν WH Treg NA28 ] ἀνεχώρησεν μετὰ … αὐτοῦ RP
‡3:7
ἠκολούθησεν WH Treg NA28 ] ἠκολούθησαν αὐτῷ RP
§3:8
⸀καὶ WH Treg RP NA28 ] + οἱ NIV
*3:8
⸁καὶ WH Treg NA28 ] + οἱ RP
†3:8
ἀκούοντες WH Treg NA28 ] ἀκούσαντες RP
‡3:8
ἐποίει NA28 RP ] ποιεῖ WH Treg
§3:11
ἐθεώρουν προσέπιπτον WH Treg NA28 ] ἐθεώρει προσέπιπτεν RP
*3:11
ἔκραζον WH Treg NA28 ] ἔκραζεν RP
†3:11
λέγοντα WH Treg RP ] λέγοντες NA28
‡3:12
αὐτὸν φανερὸν WH Treg NA28 ] φανερὸν αὐτὸν RP
§3:12
ποιήσωσιν WH NA28 RP ] ποιῶσιν Treg
*3:14
δώδεκα Treg RP ] + οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NA28
†3:15
ἐξουσίαν WH Treg NA28 ] θεραπεύειν τὰς νόσους καὶ RP
‡3:16
ἐποίησεν τοὺς δώδεκα καὶ WH NA28 ] – Treg RP
§3:16
ὄνομα τῷ Σίμωνι WH Treg NA28 ] τῷ Σίμωνι ὄνομα RP
*3:17
ὀνόματα Treg NA28 RP ] ὄνομα WH
†3:18
Καναναῖον WH Treg NA28 ] Κανανίτην RP
‡3:19
Ἰσκαριώθ WH Treg NA28 ] Ἰσκαριώτην RP
§3:20
ἔρχεται WH NA28 RP ] ἔρχονται Treg
*3:20
ὁ WH Treg NA28 ] – RP
†3:20
μηδὲ WH Treg NA28 ] μήτε RP
‡3:25
δυνήσεται WH Treg NA28 ] δύναται RP
§3:25
ἡ οἰκία ἐκείνη σταθῆναι NA28 ] ἡ οἰκία ἐκείνη στῆναι WH Treg; σταθῆναι ἡ οἰκία ἐκείνη RP
*3:26
ἐμερίσθη WH NA28 ] μεμέρισται Treg RP
†3:26
στῆναι WH Treg NA28 ] σταθῆναι RP
‡3:27
ἀλλʼ οὐδεὶς δύναται Treg ] ἀλλʼ οὐ δύναται οὐδεὶς WH NA28; οὐδεὶς δύναται RP
§3:27
εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη WH Treg NA28 ] τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν RP
*3:27
διαρπάσει WH Treg NA28 ] διαρπάσῃ RP
†3:28
τοῖς … ἀνθρώπων τὰ ἁμαρτήματα WH Treg NA28 ] τὰ ἁμαρτήματα τοῖς … ἀνθρώπων RP
‡3:28
αἱ βλασφημίαι ὅσα ἐὰν WH Treg NA28 ] βλασφημίαι ὅσας ἂν RP
§3:29
ἁμαρτήματος WH Treg NA28 ] κρίσεως RP
*3:31
Καὶ ἔρχονται WH Treg ] Καὶ ἔρχεται NA28; Ἔρχονται οὖν RP
†3:31
ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ WH Treg NA28 ] οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ RP
‡3:31
στήκοντες WH Treg NA28 ] ἑστῶτες RP
§3:31
καλοῦντες WH Treg NA28 ] φωνοῦντες RP
*3:32
περὶ αὐτὸν ὄχλος WH Treg NA28 ] ὄχλος περὶ αὐτόν RP
†3:32
καὶ λέγουσιν WH Treg NA28 ] εἶπον δὲ RP
‡3:32
σου WH Treg NIV ] + καὶ αἱ ἀδελφαί σου RP NA28
§3:33
ἀποκριθεὶς αὐτοῖς λέγει WH Treg NA28 ] ἀπεκρίθη αὐτοῖς λέγων RP
*3:33
ἢ RP ] καὶ WH Treg NA28
†3:33
μου Treg NA28 RP ] – WH
‡3:34
τοὺς περὶ αὐτὸν κύκλῳ WH Treg NA28 ] κύκλῳ τοὺς περὶ αὐτὸν RP
§3:35
γὰρ Treg NA28 RP ] – WH
*3:35
ἀδελφὴ WH Treg NA28 ] + μου RP