4
1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ ⸀συνάγεταιπρὸς αὐτὸν ὄχλος ⸀πλεῖστος ὥστε αὐτὸν ⸂εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸀ἦσαν 2καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· 3Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ ⸀σπείρωνσπεῖραι. 4καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. 5⸂καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες ⸀ὅπουοὐκ εἶχεν γῆν πολλήν, καὶ ⸀εὐθὺςἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6⸂καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ⸀ἐκαυματίσθηκαὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. 8καὶ ⸀ἄλλαἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸀αὐξανόμενα καὶ ἔφερεν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν. 9καὶ ἔλεγεν· ⸂Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.
10⸂Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ⸀ἠρώτωναὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα ⸂τὰς παραβολάς. 11καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν ⸂τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ ⸀αὐτοῖς
13Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14ὁ σπείρων τὸν λόγον σπείρει. 15οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν ⸀εὐθὺςἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ⸂εἰς αὐτούς. 16καὶ οὗτοί εἰσιν ⸀ὁμοίωςοἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον ⸀εὐθὺςμετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον ⸀εὐθὺςσκανδαλίζονται. 18καὶ ⸀ἄλλοιεἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· ⸂οὗτοί εἰσιν οἱ τὸν λόγον ⸀ἀκούσαντες 19καὶ αἱ μέριμναι τοῦ ⸀αἰῶνοςκαὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20καὶ ⸀ἐκεῖνοίεἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.
21Καὶ ἔλεγεν ⸀αὐτοῖς Μήτι ⸂ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ⸀τεθῇ; 22οὐ γάρ ἐστιν ⸀κρυπτὸνἐὰν μὴ ⸀ἵναφανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλʼ ἵνα ⸂ἔλθῃ εἰς φανερόν. 23εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖνκαὶ προστεθήσεται ⸀ὑμῖν. 25ὃς γὰρ ⸀ἔχει δοθήσεται αὐτῷ· καὶ ὃ οὐκ ἔχει, καὶ ⸀ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.
26Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ⸀ὡςἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ⸀βλαστᾷκαὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28⸀αὐτομάτηἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, ⸂εἶτα στάχυν, εἶτα ⸂πλήρης σῖτον ἐν τῷ στάχυϊ. 29ὅταν δὲ ⸀παραδοῖὁ καρπός, ⸀εὐθὺςἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
30Καὶ ἔλεγεν· ⸀Πῶςὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν ⸀τίνι⸂αὐτὴν παραβολῇ θῶμεν; 31ὡς ⸀κόκκῳσινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂μικρότερον ὂν πάντων τῶν ⸀σπερμάτων τῶν ἐπὶ τῆς γῆς— 32καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται ⸂μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ⸂ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.
35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. 36καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα ⸀πλοῖαἦν μετʼ αὐτοῦ. 37καὶ γίνεται λαῖλαψ ⸂μεγάλη ἀνέμου, ⸂καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ⸂ἤδη γεμίζεσθαι τὸ πλοῖον. 38καὶ ⸂αὐτὸς ἦν ⸀ἐντῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸀ἐγείρουσιναὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; ⸀οὔπωἔχετε πίστιν; 41καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸀ὑπακούειαὐτῷ;
Notes
*4:1
συνάγεται WH Treg NA28 ] συνήχθη RP
†4:1
πλεῖστος WH Treg NA28 ] πολύς RP
‡4:1
εἰς πλοῖον ἐμβάντα WH Treg NA28 ] ἐμβάντα εἰς τὸ πλοῖον RP
§4:1
ἦσαν WH Treg NA28 ] ἦν RP
*4:3
σπείρων WH NA28 ] + τοῦ Treg RP
†4:5
καὶ ἄλλο WH Treg NA28 ] Ἄλλο δὲ RP
‡4:5
ὅπου NA28 RP ] καὶ ὅπου WH Treg
§4:5
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
*4:6
καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NA28 ] ἡλίου δὲ ἀνατείλαντος RP
†4:6
ἐκαυματίσθη WH RP NA28 ] ἐκαυματίσθησαν Treg NIV
‡4:8
ἄλλα WH NA28 ] ἄλλο Treg RP
§4:8
αὐξανόμενα WH NA28 ] αὐξανόμενον Treg; αὐξάνοντα RP
*4:8
ἓν … ἓν … ἓν NA28 ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP
†4:9
Ὃς ἔχει WH Treg NA28 ] Ὃ ἔχων RP
‡4:10
Καὶ ὅτε WH Treg NA28 ] Ὅτε δὲ RP
§4:10
ἠρώτων WH Treg NA28 ] ἠρώτησαν RP
*4:10
τὰς παραβολάς WH Treg NA28 ] τὴν παραβολήν RP
†4:11
τὸ μυστήριον δέδοται WH Treg NA28 ] δέδοται γνῶναι τὸ μυστήριον RP
‡4:12
αὐτοῖς WH Treg NA28 ] + τὰ ἁμαρτήματα RP
§4:15
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
*4:15
εἰς αὐτούς WH Treg NA28 ] ἐν ταῖς καρδίαις αὐτῶν RP
†4:16
ὁμοίως WH Treg NIV RP ] – NA28
‡4:16
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
§4:17
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
*4:18
ἄλλοι WH Treg NA28 ] οὗτοί RP
†4:18
οὗτοί εἰσιν WH Treg NA28 ] – RP
‡4:18
ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP
§4:19
αἰῶνος WH Treg NA28 ] + τούτου RP; βίου NIV
*4:20
ἐκεῖνοί WH Treg NA28 ] οὗτοί RP
†4:20
ἓν … ἓν … ἓν NA28 ] ἐν … ἐν … ἐν WH Treg RP
‡4:21
αὐτοῖς Treg NA28 RP ] + ὅτι WH
§4:21
ἔρχεται ὁ λύχνος WH Treg NA28 ] ὁ λύχνος ἔρχεται RP
*4:21
τεθῇ WH Treg NA28 ] ἐπιτεθῇ RP
†4:22
κρυπτὸν WH Treg NA28 ] τι κρυπτόν, ὃ RP
‡4:22
ἵνα WH NA28 ] – Treg RP
§4:22
ἔλθῃ εἰς φανερόν WH Treg NA28 ] εἰς φανερὸν ἔλθῃ RP
*4:24
ὑμῖν WH Treg NA28 ] + τοῖς ἀκούουσιν RP
†4:25
ἔχει WH Treg NA28 ] ἂν ἔχῃ RP
‡4:25
ὃ WH NA28 RP ] ὃς Treg
§4:26
ὡς WH Treg NA28 ] + ἐὰν RP
*4:27
βλαστᾷ WH Treg NA28 ] βλαστάνῃ RP
†4:28
αὐτομάτη WH Treg NA28 ] + γὰρ RP
‡4:28
εἶτα … εἶτα Treg NA28 RP ] εἶτεν … εἶτεν WH
§4:28
πλήρης σῖτον NA28 ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg
*4:29
παραδοῖ WH Treg NA28 ] παραδῷ RP
†4:29
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
‡4:30
Πῶς WH Treg NA28 ] Τίνι RP
§4:30
τίνι WH Treg NA28 ] ποίᾳ RP
*4:30
αὐτὴν παραβολῇ θῶμεν WH Treg NA28 ] παραβολῇ παραβάλωμεν αὐτήν RP
†4:31
κόκκῳ WH NA28 ] κόκκον Treg RP
‡4:31
μικρότερον ὂν WH Treg NA28 ] μικρότερος RP
§4:31
σπερμάτων WH Treg NA28 ] + ἐστὶν RP
*4:32
μεῖζον πάντων τῶν λαχάνων WH NA28 ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP
†4:34
ἰδίοις μαθηταῖς WH NA28 ] μαθηταῖς αὐτοῦ Treg RP
‡4:36
πλοῖα WH Treg NA28 ] δὲ πλοιάρια RP
§4:37
μεγάλη ἀνέμου WH Treg NA28 ] ἀνέμου μεγάλη RP
*4:37
καὶ τὰ WH Treg NA28 ] τὰ δὲ RP
†4:37
ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NA28 ] αὐτὸ ἤδη γεμίζεσθα RP
‡4:38
αὐτὸς ἦν WH NA28 ] ἦν αὐτὸς Treg RP
§4:38
ἐν WH Treg NA28 ] ἐπὶ RP
*4:38
ἐγείρουσιν WH Treg NA28 ] διεγείρουσιν RP
†4:40
οὔπω WH Treg NA28 ] οὕτως Πῶς οὐκ RP
‡4:41
ὑπακούει WH Treg NA28 ] ὑπακούουσιν RP
συνάγεται WH Treg NA28 ] συνήχθη RP
πλεῖστος WH Treg NA28 ] πολύς RP
εἰς πλοῖον ἐμβάντα WH Treg NA28 ] ἐμβάντα εἰς τὸ πλοῖον RP
ἦσαν WH Treg NA28 ] ἦν RP
σπείρων WH NA28 ] + τοῦ Treg RP
καὶ ἄλλο WH Treg NA28 ] Ἄλλο δὲ RP
ὅπου NA28 RP ] καὶ ὅπου WH Treg
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NA28 ] ἡλίου δὲ ἀνατείλαντος RP
ἐκαυματίσθη WH RP NA28 ] ἐκαυματίσθησαν Treg NIV
ἄλλα WH NA28 ] ἄλλο Treg RP
αὐξανόμενα WH NA28 ] αὐξανόμενον Treg; αὐξάνοντα RP
ἓν … ἓν … ἓν NA28 ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP
Ὃς ἔχει WH Treg NA28 ] Ὃ ἔχων RP
Καὶ ὅτε WH Treg NA28 ] Ὅτε δὲ RP
ἠρώτων WH Treg NA28 ] ἠρώτησαν RP
τὰς παραβολάς WH Treg NA28 ] τὴν παραβολήν RP
τὸ μυστήριον δέδοται WH Treg NA28 ] δέδοται γνῶναι τὸ μυστήριον RP
αὐτοῖς WH Treg NA28 ] + τὰ ἁμαρτήματα RP
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
εἰς αὐτούς WH Treg NA28 ] ἐν ταῖς καρδίαις αὐτῶν RP
ὁμοίως WH Treg NIV RP ] – NA28
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
ἄλλοι WH Treg NA28 ] οὗτοί RP
οὗτοί εἰσιν WH Treg NA28 ] – RP
ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP
αἰῶνος WH Treg NA28 ] + τούτου RP; βίου NIV
ἐκεῖνοί WH Treg NA28 ] οὗτοί RP
ἓν … ἓν … ἓν NA28 ] ἐν … ἐν … ἐν WH Treg RP
αὐτοῖς Treg NA28 RP ] + ὅτι WH
ἔρχεται ὁ λύχνος WH Treg NA28 ] ὁ λύχνος ἔρχεται RP
τεθῇ WH Treg NA28 ] ἐπιτεθῇ RP
κρυπτὸν WH Treg NA28 ] τι κρυπτόν, ὃ RP
ἵνα WH NA28 ] – Treg RP
ἔλθῃ εἰς φανερόν WH Treg NA28 ] εἰς φανερὸν ἔλθῃ RP
ὑμῖν WH Treg NA28 ] + τοῖς ἀκούουσιν RP
ἔχει WH Treg NA28 ] ἂν ἔχῃ RP
ὃ WH NA28 RP ] ὃς Treg
ὡς WH Treg NA28 ] + ἐὰν RP
βλαστᾷ WH Treg NA28 ] βλαστάνῃ RP
αὐτομάτη WH Treg NA28 ] + γὰρ RP
εἶτα … εἶτα Treg NA28 RP ] εἶτεν … εἶτεν WH
πλήρης σῖτον NA28 ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg
παραδοῖ WH Treg NA28 ] παραδῷ RP
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
Πῶς WH Treg NA28 ] Τίνι RP
τίνι WH Treg NA28 ] ποίᾳ RP
αὐτὴν παραβολῇ θῶμεν WH Treg NA28 ] παραβολῇ παραβάλωμεν αὐτήν RP
κόκκῳ WH NA28 ] κόκκον Treg RP
μικρότερον ὂν WH Treg NA28 ] μικρότερος RP
σπερμάτων WH Treg NA28 ] + ἐστὶν RP
μεῖζον πάντων τῶν λαχάνων WH NA28 ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP
ἰδίοις μαθηταῖς WH NA28 ] μαθηταῖς αὐτοῦ Treg RP
πλοῖα WH Treg NA28 ] δὲ πλοιάρια RP
μεγάλη ἀνέμου WH Treg NA28 ] ἀνέμου μεγάλη RP
καὶ τὰ WH Treg NA28 ] τὰ δὲ RP
ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NA28 ] αὐτὸ ἤδη γεμίζεσθα RP
αὐτὸς ἦν WH NA28 ] ἦν αὐτὸς Treg RP
ἐν WH Treg NA28 ] ἐπὶ RP
ἐγείρουσιν WH Treg NA28 ] διεγείρουσιν RP
οὔπω WH Treg NA28 ] οὕτως Πῶς οὐκ RP
ὑπακούει WH Treg NA28 ] ὑπακούουσιν RP