1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν 2καὶ ⸂ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου ⸂εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ ⸂οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι 4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπʼ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ⸂ἴσχυεν αὐτὸν δαμάσαι· 5καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ⸂μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6⸂καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν ⸀αὐτόν 7καὶ κράξας φωνῇ μεγάλῃ ⸀λέγει Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. 8ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. 9καὶ ἐπηρώτα αὐτόν· Τί ⸂ὄνομά σοι; καὶ ⸂λέγει αὐτῷ· ⸀Λεγιὼνὄνομά μοι, ὅτι πολλοί ἐσμεν· 10καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ⸀αὐτὰἀποστείλῃ ἔξω τῆς χώρας. 11ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12καὶ παρεκάλεσαν ⸀αὐτὸνλέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13καὶ ἐπέτρεψεν ⸀αὐτοῖς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ⸀ὡςδισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14⸂Καὶ οἱ βόσκοντες ⸀αὐτοὺςἔφυγον καὶ ⸀ἀπήγγειλανεἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ⸀ἦλθονἰδεῖν τί ἐστιν τὸ γεγονός. 15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον ⸀καθήμενονἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν ⸀λεγιῶνα καὶ ἐφοβήθησαν. 16⸂καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. 17καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18καὶ ⸀ἐμβαίνοντοςαὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ⸂μετʼ αὐτοῦ ᾖ . 19⸀καὶοὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ⸀ἀπάγγειλοναὐτοῖς ὅσα ⸂ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. 20καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπʼ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22⸀καὶἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ 23καὶ ⸀παρακαλεῖαὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς ⸂τὰς χεῖρας αὐτῇ ⸀ἵνασωθῇ καὶ ⸀ζήσῃ 24καὶ ἀπῆλθεν μετʼ αὐτοῦ.
Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25καὶ ⸀γυνὴοὖσα ἐν ῥύσει αἵματος ⸂δώδεκα ἔτη 26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρʼ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27⸀ἀκούσασαπερὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28ἔλεγεν γὰρ ὅτι ⸂Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. 29καὶ ⸀εὐθὺςἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30καὶ ⸀εὐθὺςὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; 31καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; 32καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ⸀αὐτῇ ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34ὁ δὲ εἶπεν αὐτῇ· ⸀Θυγάτηρ ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36ὁ δὲ Ἰησοῦς ⸀παρακούσαςτὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε. 37καὶ οὐκ ἀφῆκεν οὐδένα ⸂μετʼ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ ⸀τὸνΠέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38καὶ ⸀ἔρχονταιεἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶθεωρεῖ θόρυβον ⸀καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 39καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 40καὶ κατεγέλων αὐτοῦ. ⸀αὐτὸςδὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετʼ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ ⸀παιδίον 41καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα ⸀κουμ ὅ ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, ⸀ἔγειρε 42καὶ ⸀εὐθὺςἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ⸁εὐθὺςἐκστάσει μεγάλῃ. 43καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

Notes


*5:1 Γερασηνῶν WH Treg NA28 ] Γαδαρηνῶν RP

5:2 ἐξελθόντος αὐτοῦ WH Treg NA28 ] ἐξελθόντι αὐτῷ RP

5:2 εὐθὺς ὑπήντησεν WH Treg NA28 ] εὐθέως ἀπήντησεν RP

§5:3 οὐδὲ ἁλύσει οὐκέτι WH Treg NA28 ] οὔτε ἁλύσεσιν RP

*5:4 ἴσχυεν αὐτὸν WH Treg NA28 ] αὐτὸν ἴσχυεν RP

5:5 μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν WH Treg NA28 ] ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP

5:6 καὶ ἰδὼν WH Treg NA28 ] Ἰδὼν δὲ RP

§5:6 αὐτόν WH ] αὐτῷ Treg NA28 RP

*5:7 λέγει WH Treg NA28 ] εἶπεν RP

5:9 ὄνομά σοι WH Treg NA28 ] σοι ὄνομα RP

5:9 λέγει αὐτῷ WH Treg NA28 ] ἀπεκρίθη λέγων RP

§5:9 Λεγιὼν WH Treg NA28 ] Λεγεὼν RP

*5:10 αὐτὰ WH Treg NA28 ] αὐτοὺς RP

5:12 αὐτὸν WH Treg NA28 ] + πάντες οἱ δαίμονες RP

5:13 αὐτοῖς WH Treg NA28 ] + εὐθέως ὁ Ἰησοῦς RP

§5:13 ὡς WH Treg NA28 ] ἦσαν δὲ ὡς RP

*5:14 Καὶ οἱ WH Treg NA28 ] Οἱ δὲ RP

5:14 αὐτοὺς WH Treg NA28 ] τοὺς χοίρους RP

5:14 ἀπήγγειλαν WH Treg NA28 ] ἀνήγγειλαν RP

§5:14 ἦλθον WH Treg NA28 ] ἐξῆλθον RP

*5:15 καθήμενον WH Treg NA28 ] + καὶ RP

5:15 λεγιῶνα WH Treg NA28 ] Λεγεῶνα RP

5:16 καὶ διηγήσαντο WH Treg NA28 ] Διηγήσαντο δὲ RP

§5:18 ἐμβαίνοντος WH Treg NA28 ] ἐμβάντος RP

*5:18 μετʼ αὐτοῦ ᾖ WH Treg NA28 ] ᾖ μετʼ αὐτοῦ RP

5:19 καὶ WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς RP

5:19 ἀπάγγειλον WH Treg NA28 ] ἀνάγγειλον RP

§5:19 ὁ κύριός σοι WH Treg NA28 ] σοι ὁ κύριος RP

*5:22 καὶ WH Treg NA28 ] + ἰδού RP

5:23 παρακαλεῖ WH Treg NA28 ] παρεκάλει RP

5:23 τὰς χεῖρας αὐτῇ WH Treg NA28 ] αὐτῇ τὰς χεῖρας RP

§5:23 ἵνα WH Treg NA28 ] ὅπως RP

*5:23 ζήσῃ WH Treg NA28 ] ζήσεται RP

5:25 γυνὴ WH Treg NA28 ] + τις RP

5:25 δώδεκα ἔτη WH NA28 ] ἔτη δώδεκα Treg RP

§5:27 ἀκούσασα Treg NA28 RP ] + τὰ WH

*5:28 Ἐὰν ἅψωμαι κἂν … αὐτοῦ WH NA28 ] Κἂν … αὐτοῦ ἅψωμαι Treg RP

5:29 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

5:30 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

§5:33 αὐτῇ WH Treg NA28 ] ἐπʼ αὐτῇ RP

*5:34 Θυγάτηρ WH Treg NA28 ] θύγατερ RP

5:36 παρακούσας WH Treg NA28 ] εὐθέως ἀκούσας RP

5:37 μετʼ αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP

§5:37 τὸν WH Treg NA28 ] – RP

*5:38 ἔρχονται WH Treg NA28 ] ἔρχεται RP

5:38 καὶ WH Treg NA28 ] – RP

5:40 αὐτὸς WH Treg NA28 ] Ὁ RP

§5:40 παιδίον WH Treg NA28 ] + ἀνακείμενον RP

*5:41 κουμ WH Treg NA28 ] κοῦμι RP

5:41 ἔγειρε WH Treg NA28 ] ἔγειραι RP

5:42 ⸀εὐθὺς WH Treg NA28 ] εὐθέως RP

§5:42 ⸁εὐθὺς WH Treg NA28 ] – RP