1Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ⸀ἔρχεταιεἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2καὶ γενομένου σαββάτου ἤρξατο ⸂διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ ⸀οἱπολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα ⸀τούτῳ, καὶ ⸀αἱδυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ ⸀γινόμεναι 3οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς ⸀τῆςΜαρίας ⸂καὶ ἀδελφὸς Ἰακώβου καὶ ⸀Ἰωσῆτοςκαὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 4⸂καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς ⸂συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 5καὶ οὐκ ἐδύνατο ἐκεῖ ⸂ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν· 6καὶ ⸀ἐθαύμαζενδιὰ τὴν ἀπιστίαν αὐτῶν.
Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων. 7καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, 8καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ⸂ἄρτον, μὴ πήραν⸃, μὴ εἰς τὴν ζώνην χαλκόν, 9ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ⸀ἐνδύσησθεδύο χιτῶνας. 10καὶ ἔλεγεν αὐτοῖς· Ὅπου ⸀ἐὰνεἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11καὶ ⸂ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον ⸀αὐτοῖς 12Καὶ ἐξελθόντες ⸀ἐκήρυξανἵνα ⸀μετανοῶσιν 13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
14Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ⸀ἔλεγονὅτι Ἰωάννης ὁ βαπτίζων ⸂ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· 15ἄλλοι ⸀δὲἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι ⸀προφήτηςὡς εἷς τῶν προφητῶν. 16ἀκούσας δὲ ⸀ὁἩρῴδης ⸀ἔλεγεν Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ⸀ἠγέρθη
17Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· 18ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ⸀ἠπόρει καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ⸀ἐποίησεντοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22καὶ εἰσελθούσης τῆς θυγατρὸς ⸂αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης ⸂καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, ⸂εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· 23καὶ ὤμοσεν ⸀αὐτῇ ⸂Ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 24⸀καὶἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· Τί ⸀αἰτήσωμαι ἡ δὲ εἶπεν· Τὴν κεφαλὴν Ἰωάννου τοῦ ⸀βαπτίζοντος 25καὶ εἰσελθοῦσα ⸀εὐθὺςμετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα ⸂ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ⸀ἀνακειμένουςοὐκ ἠθέλησεν ⸂ἀθετῆσαι αὐτήν· 27καὶ ⸀εὐθὺςἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ⸀ἐνέγκαιτὴν κεφαλὴν αὐτοῦ. ⸀καὶἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ 28καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ ⸀πάνταὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31καὶ ⸀λέγειαὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατʼ ἰδίαν εἰς ἔρημον τόπον καὶ ⸀ἀναπαύσασθεὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32καὶ ἀπῆλθον ⸂ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν. 33καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ⸀ἐπέγνωσανπολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον ⸀αὐτούς 34καὶ ἐξελθὼν ⸀εἶδενπολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ ⸀αὐτοὺςὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ἔλεγονὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· 36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ⸂τί φάγωσιν. 37ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ ⸀δώσομεναὐτοῖς φαγεῖν; 38ὁ δὲ λέγει αὐτοῖς· Πόσους ⸂ἔχετε ἄρτους; ⸀ὑπάγετεἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας. 39καὶ ἐπέταξεν αὐτοῖς ⸀ἀνακλῖναιπάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ ⸀κατὰἑκατὸν καὶ ⸁κατὰπεντήκοντα. 41καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀αὐτοῦἵνα ⸀παρατιθῶσιναὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· 43καὶ ἦραν ⸂κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. 44καὶ ἦσαν οἱ φαγόντες ⸂τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.
45Καὶ ⸀εὐθὺςἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν ⸂εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ⸀ἀπολύειτὸν ὄχλον. 46καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
47Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48καὶ ⸀ἰδὼναὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος ⸀αὐτοῖς περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49οἱ δὲ ἰδόντες αὐτὸν ⸂ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ⸂ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν, 50πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ⸂ὁ δὲ εὐθὺς ἐλάλησεν μετʼ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν ⸂ἐκ περισσοῦ ἐν ἑαυτοῖς ⸀ἐξίσταντο 52οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ⸂ἀλλʼ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.
53Καὶ διαπεράσαντες ⸂ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν. 54καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου ⸀εὐθὺςἐπιγνόντες αὐτὸν 55⸂περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ⸀ὅτιἐστίν. 56καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ ⸂εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ⸀ἐτίθεσαντοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ⸀ἥψαντοαὐτοῦ ἐσῴζοντο.

Notes


*6:1 ἔρχεται WH Treg NA28 ] ἦλθεν RP

6:2 διδάσκειν ἐν τῇ συναγωγῇ WH Treg NA28 ] ἐν τῇ συναγωγῇ διδάσκειν RP

6:2 οἱ WH ] – Treg NA28 RP

§6:2 τούτῳ WH Treg NA28 ] αὐτῷ RP

*6:2 αἱ WH NA28 ] – Treg RP

6:2 γινόμεναι WH Treg NA28 ] γίνονται RP

6:3 τῆς WH Treg NA28 ] – RP

§6:3 καὶ ἀδελφὸς WH Treg NA28 ] ἀδελφὸς δὲ RP

*6:3 Ἰωσῆτος WH Treg NA28 ] Ἰωσῆ RP

6:4 καὶ ἔλεγεν WH Treg NA28 ] Ἔλεγεν δὲ RP

6:4 συγγενεῦσιν αὐτοῦ WH Treg NA28 ] συγγενέσιν RP

§6:5 ποιῆσαι οὐδεμίαν δύναμιν WH Treg NA28 ] οὐδεμίαν δύναμιν ποιῆσαι RP

*6:6 ἐθαύμαζεν Treg NA28 RP ] ἐθαύμασεν WH

6:8 ἄρτον μὴ πήραν WH Treg NA28 ] πήραν μὴ ἄρτον RP

6:9 ἐνδύσησθε Treg NA28 RP ] ἐνδύσασθαι WH

§6:10 ἐὰν WH NA28 RP ] ἂν Treg

*6:11 ὃς ἂν τόπος μὴ δέξηται WH Treg NA28 ] ὅσοι ἂν μὴ δέξωνται RP

6:11 αὐτοῖς WH Treg NA28 ] + Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. RP

6:12 ἐκήρυξαν WH Treg NA28 ] ἐκήρυσσον RP

§6:12 μετανοῶσιν WH Treg NA28 ] μετανοήσωσιν RP

*6:14 ἔλεγον WH NA28 ] ἔλεγεν Treg RP

6:14 ἐγήγερται ἐκ νεκρῶν WH Treg NA28 ] ἐκ νεκρῶν ἠγέρθη RP

6:15 δὲ WH Treg NA28 ] – RP

§6:15 προφήτης WH Treg NA28 ] + ἐστίν RP

*6:16 ὁ WH Treg NA28 ] – RP

6:16 ἔλεγεν WH Treg NA28 ] εἶπεν ὅτι RP

6:16 ἠγέρθη WH NA28 ] ἠγέρθη ἐκ νεκρῶν Treg; ἐκ νεκρῶν ἠγέρθη NIV; ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν RP

§6:20 ἠπόρει WH NA28 ] ἐποίει Treg RP

*6:21 ἐποίησεν WH Treg NA28 ] ἐποίει RP

6:22 αὐτῆς τῆς Treg RP ] αὐτοῦ WH NA28

6:22 καὶ ἀρεσάσης RP ] ἤρεσεν WH Treg NA28

§6:22 εἶπεν ὁ βασιλεὺς NA28 RP ] ὁ δὲ βασιλεὺς εἶπεν WH Treg

*6:23 αὐτῇ WH Treg NIV RP ] + πολλά NA28

6:23 Ὅ τι NA28 ] Ὅτι WH; ὅτι Ὃ Treg RP

6:24 καὶ WH Treg NA28 ] Ἡ δὲ RP

§6:24 αἰτήσωμαι WH Treg NA28 ] αἰτήσομαι RP

*6:24 βαπτίζοντος WH Treg NA28 ] βαπτιστοῦ RP

6:25 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

6:25 ἐξαυτῆς δῷς μοι WH Treg NA28 ] μοι δῷς ἐξαυτῆς RP

§6:26 ἀνακειμένους WH Treg NA28 ] συνανακειμένους RP

*6:26 ἀθετῆσαι αὐτήν WH Treg NA28 ] αὐτὴν ἀθετῆσαι RP

6:27 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

6:27 ἐνέγκαι WH Treg NA28 ] ἐνεχθῆναι RP

§6:27 καὶ WH Treg NA28 ] Ὁ δὲ RP

*6:30 πάντα WH Treg NA28 ] + καὶ RP

6:31 λέγει WH Treg NA28 ] εἶπεν RP

6:31 ἀναπαύσασθε WH Treg NA28 ] ἀναπαύεσθε RP

§6:32 ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NA28 ] εἰς ἔρημον τόπον τῷ πλοίῳ Treg RP

*6:33 ἐπέγνωσαν NA28 ] + αὐτὸν RP; ἔγνωσαν WH Treg

6:33 αὐτούς WH Treg NA28 ] + καὶ συνῆλθον πρὸς αὐτόν RP

6:34 εἶδεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

§6:34 αὐτοὺς WH Treg NA28 ] αὐτοῖς RP

*6:35 ἔλεγον WH Treg NA28 ] λέγουσιν RP

6:36 τί φάγωσιν WH Treg NA28 ] ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν RP

6:37 δώσομεν WH Treg NA28 ] δῶμεν RP

§6:38 ἔχετε ἄρτους WH ] ἄρτους ἔχετε Treg NA28 RP

*6:38 ὑπάγετε WH Treg NA28 ] + καὶ RP

6:39 ἀνακλῖναι Treg NA28 RP ] ἀνακλιθῆναι WH

6:40 ⸀κατὰ WH Treg NA28 ] ἀνὰ RP

§6:40 ⸁κατὰ WH Treg NA28 ] ἀνὰ RP

*6:41 αὐτοῦ NA28 RP ] – WH Treg

6:41 παρατιθῶσιν WH NA28 ] παραθῶσιν Treg RP

6:43 κλάσματα δώδεκα κοφίνων πληρώματα WH NA28 ]  κλασμάτων δώδεκα κοφίνους πληρώματα Treg; κλασμάτων δώδεκα κοφίνους πλήρεις RP

§6:44 τοὺς ἄρτους WH Treg RP NA28 ] – NIV

*6:45 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

6:45 εἰς τὸ πέραν WH Treg RP NA28 ] – NIV

6:45 ἀπολύει WH Treg NA28 ] ἀπολύσῃ RP

§6:48 ἰδὼν WH Treg NA28 ] εἶδεν RP

*6:48 αὐτοῖς WH Treg NA28 ] + καὶ RP

6:49 ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NA28 ] περιπατοῦντα ἐπὶ τῆς θαλάσσης Treg RP

6:49 ὅτι φάντασμά ἐστιν WH NA28 ] φάντασμα εἶναι Treg RP

§6:50 ὁ δὲ εὐθὺς WH NA28 ] καὶ εὐθὺς Treg; Καὶ εὐθέως RP

*6:51 ἐκ περισσοῦ Treg NA28 RP ] – WH

6:51 ἐξίσταντο WH Treg NA28 ] + καὶ ἐθαύμαζον RP

6:52 ἀλλʼ ἦν WH Treg NA28 ] ἦν γὰρ RP

§6:53 ἐπὶ τὴν γῆν ἦλθον εἰς WH NA28 ] ἦλθον ἐπὶ τὴν γῆν Treg RP

*6:54 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

6:55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ WH Treg NA28 ] περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην RP

6:55 ὅτι WH NA28 ] + ἐκεῖ Treg RP

§6:56 εἰς πόλεις ἢ εἰς WH Treg NA28 ] πόλεις ἢ RP

*6:56 ἐτίθεσαν WH Treg NA28 ] ἐτίθουν RP

6:56 ἥψαντο WH Treg NA28 ] ἥπτοντο RP