1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων 2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ⸂ὅτι κοιναῖς χερσίν, τοῦτʼ ἔστιν ἀνίπτοις, ἐσθίουσιν ⸀τοὺς⸀ἄρτους 3οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, 4καὶ ἀπʼ ⸀ἀγορᾶςἐὰν μὴ ⸀βαπτίσωνταιοὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων ⸂καὶ κλινῶν5⸀καὶἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί ⸂οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ⸀κοιναῖςχερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6ὁ ⸀δὲεἶπεν ⸀αὐτοῖς Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ⸀ὅτιΟὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· 7μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων· 8⸀ἀφέντεςτὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ⸀ἀνθρώπων
9Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν ⸀τηρήσητε 10Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· Κορβᾶν, ὅ ἐστιν Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 12⸀οὐκέτιἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ ⸀πατρὶἢ τῇ ⸀μητρί 13ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14Καὶ προσκαλεσάμενος ⸀πάλιντὸν ὄχλον ἔλεγεν αὐτοῖς· ⸀Ἀκούσατέμου πάντες καὶ ⸀σύνετε 15οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται ⸂κοινῶσαι αὐτόν· ἀλλὰ τὰ ⸂ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦντα τὸν ⸀ἄνθρωπον
17Καὶ ὅτε εἰσῆλθεν ⸀εἰςοἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ ⸂τὴν παραβολήν. 18καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλʼ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;— ⸀καθαρίζωνπάντα τὰ βρώματα. 20ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· 21ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, ⸂πορνεῖαι, κλοπαί, φόνοι, 22μοιχεῖαι⸃, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.
24⸂Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ⸀ὅρια⸀Τύρου καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· 25⸂ἀλλʼ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 26⸂ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27⸂καὶ ἔλεγεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γὰρ ⸂καλόν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ ⸂τοῖς κυναρίοις βαλεῖν. 28ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· ⸀Κύριε ⸀καὶτὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ⸀ἐσθίουσινἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ⸂ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον. 30καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ ⸂παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
31Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ⸂ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32καὶφέρουσιν αὐτῷ κωφὸν ⸀καὶ ⸀μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατʼ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ὅ ἐστιν Διανοίχθητι· 35⸀καὶ⸀ἠνοίγησαναὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς· 36καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸀λέγωσιν ὅσον δὲ ⸂αὐτοῖς διεστέλλετο, αὐτοὶ⸃ μᾶλλον περισσότερον ἐκήρυσσον. 37καὶὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν ⸀καὶ ἀλάλους λαλεῖν.

Notes


*7:2 ὅτι κοιναῖς … ἀνίπτοις, ἐσθίουσιν WH Treg NA28 ] κοιναῖς … ἀνίπτοις ἐσθίοντας RP

7:2 τοὺς WH Treg NA28 ] – RP

7:2 ἄρτους WH Treg NA28 ] + ἐμέμψαντο RP

§7:4 ἀγορᾶς WH Treg RP NA28 ] + ὅταν ἔλθωσιν NIV

*7:4 βαπτίσωνται Treg NA28 RP ] ῥαντίσωνται WH

7:4 καὶ κλινῶν Treg RP NA28 ] – WH NIV

7:5 καὶ WH Treg NA28 ] Ἔπειτα RP

§7:5 οὐ περιπατοῦσιν οἱ μαθηταί σου WH Treg NA28 ] οἱ μαθηταί σου οὐ περιπατοῦσιν RP

*7:5 κοιναῖς WH Treg NA28 ] ἀνίπτοις RP

7:6 δὲ WH Treg NA28 ] + ἀποκριθεὶς RP

7:6 αὐτοῖς WH NA28 ] ὅτι Treg RP

§7:6 ὅτι WH NA28 ] – Treg RP

*7:8 ἀφέντες WH Treg NA28 ] + γὰρ RP

7:8 ἀνθρώπων WH NA28 ] + βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε Treg RP

7:9 τηρήσητε WH Treg NIV RP ] στήσητε WHmarg NA28

§7:12 οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP

*7:12 πατρὶ WH Treg NA28 ] + αὐτοῦ RP

7:12 μητρί WH Treg NA28 ] + αὐτοῦ RP

7:14 πάλιν WH Treg NA28 ] πάντα RP

§7:14 Ἀκούσατέ WH Treg NA28 ] Ἀκούετέ RP

*7:14 σύνετε WH Treg NA28 ] συνίετε RP

7:15 κοινῶσαι αὐτόν WH NA28 ] αὐτὸν κοινῶσαι Treg RP

7:15 ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά WH NA28 ] + ἐκεῖνά Treg; ἐκπορευόμενα ἀπʼ αὐτοῦ ἐκεῖνά RP

§7:15 ἄνθρωπον WH NA28 ] + 16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω Treg RP

*7:17 εἰς WH Treg RP NA28 ] + τὸν NIV

7:17 τὴν παραβολήν WH Treg NA28 ] περὶ τῆς παραβολῆς RP

7:19 καθαρίζων WH Treg NA28 ] καθαρίζον RP

§7:21 21–22 πορνεῖαι κλοπαί φόνοι μοιχεῖαι WH Treg NA28 ] μοιχεῖαι πορνεῖαι φόνοι κλοπαί RP

*7:24 Ἐκεῖθεν δὲ WH NA28 ] Καὶ ἐκεῖθεν Treg RP

7:24 ὅρια WH Treg NA28 ] μεθόρια RP

7:24 Τύρου NA28 ] + καὶ Σιδῶνος WH Treg RP

§7:25 ἀλλʼ εὐθὺς ἀκούσασα WH Treg NA28 ] Ἀκούσασα γὰρ RP

*7:26 ἡ δὲ γυνὴ ἦν WH NA28 ] ἡ γυνὴ δὲ ἦν Treg; ἦν δὲ ἡ γυνὴ RP

7:27 καὶ ἔλεγεν WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς εἶπεν RP

7:27 καλόν ἐστιν RP ] ἐστιν καλὸν WH Treg NA28

§7:27 τοῖς κυναρίοις βαλεῖν WH Treg NA28 ] βαλεῖν τοῖς κυναρίοις RP

*7:28 Κύριε NA28 ] Ναί κύριε WH Treg NIV RP

7:28 καὶ WH Treg NA28 ] + γὰρ NIV RP

7:28 ἐσθίουσιν WH Treg NA28 ] ἐσθίει RP

§7:29 ἐκ … σου τὸ δαιμόνιον WH NA28 ] τὸ δαιμόνιον ἐκ … σου Treg RP

*7:30 παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός WH Treg NA28 ] δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP

7:31 ἦλθεν διὰ Σιδῶνος εἰς WH Treg NA28 ] καὶ Σιδῶνος ἦλθεν πρὸς RP

7:32 καὶ WH Treg NA28 ] – RP

§7:32 μογιλάλον WH NA28 ] μογγιλάλον Treg RP

*7:35 καὶ WH Treg ] + εὐθέως NA28 RP

7:35 ἠνοίγησαν WH Treg NA28 ] διηνοίχθησαν RP

7:36 λέγωσιν WH Treg NA28 ] εἴπωσιν RP

§7:36 αὐτοῖς διεστέλλετο αὐτοὶ WH Treg NA28 ] αὐτὸς αὐτοῖς διεστέλλετο RP

*7:37 καὶ WH Treg ] + τοὺς NA28 RP