8
1Ἐν ἐκείναις ταῖς ἡμέραις ⸂πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, ⸀προσκαλεσάμενος τοὺς ⸀μαθητὰς λέγει αὐτοῖς· 2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· 3 αὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· ⸂καί τινες⸃ αὐτῶν ⸀ἀπὸμακρόθεν ⸀ἥκασιν 4καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ὅτιΠόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας; 5καὶ ⸀ἠρώτααὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά. 6καὶ ⸀παραγγέλλειτῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα ⸀παρατιθῶσινκαὶ παρέθηκαν τῷ ὄχλῳ. 7καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας ⸀αὐτὰεἶπεν ⸂καὶ ταῦτα παρατιθέναι. 8⸂καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 9ἦσαν ⸀δὲὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. 10καὶ ⸀εὐθὺςἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρʼ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη ⸂ζητεῖ σημεῖον; ἀμὴν λέγω ⸀ὑμῖν εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.
14Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθʼ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16καὶ διελογίζοντο πρὸς ⸀ἀλλήλουςὅτι ἄρτους οὐκ ⸀ἔχουσιν 17καὶ ⸀γνοὺςλέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ⸀πεπωρωμένηνἔχετε τὴν καρδίαν ὑμῶν; 18ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε 19ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους ⸂κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα. 20ὅτε ⸀καὶτοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ⸂καὶ λέγουσιν αὐτῷ· Ἑπτά. 21καὶ ἔλεγεν αὐτοῖς· ⸀Οὔπωσυνίετε;
22Καὶ ⸀ἔρχονταιεἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ⸀ἐξήνεγκεναὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι ⸀βλέπεις 24καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25εἶτα πάλιν ⸀ἐπέθηκεντὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς ⸀ἅπαντα 26καὶ ἀπέστειλεν αὐτὸν ⸀εἰςοἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην ⸀εἰσέλθῃς
27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28οἱ δὲ ⸂εἶπαν αὐτῷ λέγοντες ⸀ὅτιἸωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ⸂ὅτι εἷς τῶν προφητῶν. 29καὶ αὐτὸς ⸂ἐπηρώτα αὐτούς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸀ἀποκριθεὶςὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός. 30καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
31Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ⸀ὑπὸτῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ⸂ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν ⸀Πέτρῳ⸂καὶ λέγει· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ⸂Εἴ τις θέλει ὀπίσω μου ⸀ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35ὃς γὰρ ⸀ἐὰνθέλῃ τὴν ⸂ψυχὴν αὐτοῦ⸃σῶσαι ἀπολέσειαὐτήν· ὃς δʼ ἂν ⸀ἀπολέσει τὴν ⸄ψυχὴν αὐτοῦ⸅ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου ⸀σώσειαὐτήν. 36τί γὰρ ⸀ὠφελεῖ⸀ἄνθρωπον⸂κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; 37⸂τί γὰρ ⸀δοῖἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
Notes
*8:1
πάλιν πολλοῦ WH Treg NA28 ] παμπόλλου RP
†8:1
προσκαλεσάμενος WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
‡8:1
μαθητὰς WH Treg NA28 ] + αὐτοῦ RP
§8:3
καί τινεςWH Treg NA28 ] τινὲς γὰρ RP
*8:3
ἀπὸ WH Treg NA28 ] – RP
†8:3
ἥκασιν Treg NA28 ] εἰσίν WH; ἥκουσιν RP
‡8:4
ὅτι WH Treg NA28 ] – RP
§8:5
ἠρώτα WH Treg NA28 ] ἐπηρώτα RP
*8:6
παραγγέλλει WH Treg NA28 ] παρήγγειλεν RP
†8:6
παρατιθῶσιν WH Treg NA28 ] παραθῶσιν RP
‡8:7
αὐτὰ WH Treg NA28 ] – RP
§8:7
καὶ ταῦτα παρατιθέναι WH Treg NA28 ] παραθεῖναι καὶ αὐτά RP
*8:8
καὶ ἔφαγον WH Treg NA28 ] Ἔφαγον δέ RP
†8:9
δὲ WH NA28 ] + οἱ φαγόντες Treg RP
‡8:10
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
§8:12
ζητεῖ σημεῖον WH Treg NA28 ] σημεῖον ἐπιζητεῖ RP
*8:12
ὑμῖν Treg NA28 RP ] – WH
†8:13
πάλιν ἐμβὰς WH NA28 ] πάλιν ἐμβὰς εἰς πλοῖον Treg; ἐμβὰς πάλιν εἰς τὸ πλοῖον NIV; ἐμβὰς πάλιν εἰς πλοῖον RP
‡8:16
ἀλλήλους WH Treg NA28 ] + λέγοντες NIV RP
§8:16
ἔχουσιν WH Treg NA28 ] ἔχομεν NIV RP
*8:17
γνοὺς WH NA28 ] + ὁ Ἰησοῦς Treg NIV RP
†8:17
πεπωρωμένην WH Treg NA28 ] Ἔτι πεπωρωμένην RP
‡8:19
κλασμάτων πλήρεις WH Treg NA28 ] πλήρεις κλασμάτων RP
§8:20
καὶ NIV ] – WH NA28; δὲ Treg RP
*8:20
καὶ λέγουσιν αὐτῷ WH NA28 ] οἱ δὲ εἶπον Treg RP
†8:21
Οὔπω WH NA28 ] Πῶς Treg; Πῶς οὐ RP
‡8:22
ἔρχονται WH Treg NA28 ] ἔρχεται RP
§8:23
ἐξήνεγκεν WH Treg NA28 ] ἐξήγαγεν RP
*8:23
βλέπεις WH NA28 ] βλέπει Treg RP
†8:25
ἐπέθηκεν NA28 RP ] ἔθηκεν WH Treg
‡8:25
διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν WH Treg NA28 ] ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν RP
§8:25
ἅπαντα WH Treg NA28 ] ἅπαντας RP
*8:26
εἰς WH Treg NA28 ] + τὸν RP
†8:26
εἰσέλθῃς WH NA28 ] + μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ Treg RP
‡8:28
εἶπαν αὐτῷ λέγοντες WH NA28 ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP
§8:28
ὅτι WH NA28 ] – Treg RP
*8:28
ὅτι εἷς WH Treg NA28 ] ἕνα RP
†8:29
ἐπηρώτα αὐτούς WH Treg NA28 ] λέγει αὐτοῖς RP
‡8:29
ἀποκριθεὶς WH Treg NA28 ] + δὲ RP
§8:31
ὑπὸ WH Treg NA28 ] ἀπὸ RP
*8:32
ὁ Πέτρος αὐτὸν WH Treg NA28 ] αὐτὸν ὁ Πέτρος RP
†8:33
Πέτρῳ WH Treg NA28 ] τῷ Πέτρῳ RP
‡8:33
καὶ λέγει WH Treg NA28 ] λέγων RP
§8:34
Εἴ τις WH Treg NA28 ] Ὅστις RP
*8:34
ἐλθεῖν WH ] ἀκολουθεῖν Treg NA28 RP
†8:35
ἐὰν WH Treg NA28 ] ἂν RP
‡8:35
⸂ψυχὴν αὐτοῦ⸃ Treg NA28 RP ] ἑαυτοῦ ψυχὴν WH
§8:35
ἀπολέσει WH Treg NA28 ] ἀπολέσῃ RP
*8:35
⸄ψυχὴν αὐτοῦ⸅ WH NA28 ] ἑαυτοῦ ψυχὴν Treg RP
†8:35
σώσει WH Treg NA28 ] οὗτος σώσει RP
‡8:36
ὠφελεῖ WH NA28 ] ὠφελήσει Treg RP
§8:36
ἄνθρωπον WH NA28 RP ] τὸν ἄνθρωπον Treg
*8:36
κερδῆσαι τὸν … καὶ ζημιωθῆναι WH NA28 ] ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ Treg RP
†8:37
τί γὰρ WH Treg NA28 ] Ἢ τί RP
‡8:37
δοῖ WH Treg NA28 ] δώσει RP
πάλιν πολλοῦ WH Treg NA28 ] παμπόλλου RP
προσκαλεσάμενος WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
μαθητὰς WH Treg NA28 ] + αὐτοῦ RP
καί τινεςWH Treg NA28 ] τινὲς γὰρ RP
ἀπὸ WH Treg NA28 ] – RP
ἥκασιν Treg NA28 ] εἰσίν WH; ἥκουσιν RP
ὅτι WH Treg NA28 ] – RP
ἠρώτα WH Treg NA28 ] ἐπηρώτα RP
παραγγέλλει WH Treg NA28 ] παρήγγειλεν RP
παρατιθῶσιν WH Treg NA28 ] παραθῶσιν RP
αὐτὰ WH Treg NA28 ] – RP
καὶ ταῦτα παρατιθέναι WH Treg NA28 ] παραθεῖναι καὶ αὐτά RP
καὶ ἔφαγον WH Treg NA28 ] Ἔφαγον δέ RP
δὲ WH NA28 ] + οἱ φαγόντες Treg RP
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
ζητεῖ σημεῖον WH Treg NA28 ] σημεῖον ἐπιζητεῖ RP
ὑμῖν Treg NA28 RP ] – WH
πάλιν ἐμβὰς WH NA28 ] πάλιν ἐμβὰς εἰς πλοῖον Treg; ἐμβὰς πάλιν εἰς τὸ πλοῖον NIV; ἐμβὰς πάλιν εἰς πλοῖον RP
ἀλλήλους WH Treg NA28 ] + λέγοντες NIV RP
ἔχουσιν WH Treg NA28 ] ἔχομεν NIV RP
γνοὺς WH NA28 ] + ὁ Ἰησοῦς Treg NIV RP
πεπωρωμένην WH Treg NA28 ] Ἔτι πεπωρωμένην RP
κλασμάτων πλήρεις WH Treg NA28 ] πλήρεις κλασμάτων RP
καὶ NIV ] – WH NA28; δὲ Treg RP
καὶ λέγουσιν αὐτῷ WH NA28 ] οἱ δὲ εἶπον Treg RP
Οὔπω WH NA28 ] Πῶς Treg; Πῶς οὐ RP
ἔρχονται WH Treg NA28 ] ἔρχεται RP
ἐξήνεγκεν WH Treg NA28 ] ἐξήγαγεν RP
βλέπεις WH NA28 ] βλέπει Treg RP
ἐπέθηκεν NA28 RP ] ἔθηκεν WH Treg
διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν WH Treg NA28 ] ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν RP
ἅπαντα WH Treg NA28 ] ἅπαντας RP
εἰς WH Treg NA28 ] + τὸν RP
εἰσέλθῃς WH NA28 ] + μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ Treg RP
εἶπαν αὐτῷ λέγοντες WH NA28 ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP
ὅτι WH NA28 ] – Treg RP
ὅτι εἷς WH Treg NA28 ] ἕνα RP
ἐπηρώτα αὐτούς WH Treg NA28 ] λέγει αὐτοῖς RP
ἀποκριθεὶς WH Treg NA28 ] + δὲ RP
ὑπὸ WH Treg NA28 ] ἀπὸ RP
ὁ Πέτρος αὐτὸν WH Treg NA28 ] αὐτὸν ὁ Πέτρος RP
Πέτρῳ WH Treg NA28 ] τῷ Πέτρῳ RP
καὶ λέγει WH Treg NA28 ] λέγων RP
Εἴ τις WH Treg NA28 ] Ὅστις RP
ἐλθεῖν WH ] ἀκολουθεῖν Treg NA28 RP
ἐὰν WH Treg NA28 ] ἂν RP
⸂ψυχὴν αὐτοῦ⸃ Treg NA28 RP ] ἑαυτοῦ ψυχὴν WH
ἀπολέσει WH Treg NA28 ] ἀπολέσῃ RP
⸄ψυχὴν αὐτοῦ⸅ WH NA28 ] ἑαυτοῦ ψυχὴν Treg RP
σώσει WH Treg NA28 ] οὗτος σώσει RP
ὠφελεῖ WH NA28 ] ὠφελήσει Treg RP
ἄνθρωπον WH NA28 RP ] τὸν ἄνθρωπον Treg
κερδῆσαι τὸν … καὶ ζημιωθῆναι WH NA28 ] ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ Treg RP
τί γὰρ WH Treg NA28 ] Ἢ τί RP
δοῖ WH Treg NA28 ] δώσει RP