1Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας ⸀καὶπέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.
2⸀Καὶ⸀ἐπηρώτωναὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; 4οἱ δὲ εἶπαν· ⸂Ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 5⸂ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν ⸀αὐτούς 7ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα ⸂καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, 8καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· 9ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
10Καὶ ⸂εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ ⸂περὶ τούτου ⸀ἐπηρώτωναὐτόν. 11καὶ λέγει αὐτοῖς· Ὃς ⸀ἂνἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπʼ αὐτήν, 12καὶ ἐὰν ⸂αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται.
13Καὶ προσέφερον αὐτῷ παιδία ἵνα ⸂αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ⸂ἐπετίμησαν αὐτοῖς. 14ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 15ἀμὴν λέγω ὑμῖν, ὃς ⸀ἂνμὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16καὶ ἐναγκαλισάμενος αὐτὰ ⸂κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπʼ αὐτά.
17Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. 19τὰς ἐντολὰς οἶδας· Μὴ ⸂φονεύσῃς, Μὴ μοιχεύσῃς⸃, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20ὁ δὲ ⸀ἔφηαὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησε αὐτὸν καὶ εἶπεν αὐτῷ· Ἕν ⸀σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς ⸀τοῖςπτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει ⸀μοι 22ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. 24οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· Τέκνα, πῶς δύσκολόν ⸀ἐστινεἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· 25εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸂τῆς τρυμαλιᾶς τῆς ῥαφίδος ⸀διελθεῖνἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ⸀ἑαυτούς Καὶ τίς δύναται σωθῆναι; 27⸀ἐμβλέψαςαὐτοῖς ὁ Ἰησοῦς λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλʼ οὐ παρὰ θεῷ, πάντα γὰρ ⸀δυνατὰπαρὰ τῷ θεῷ.
28Ἤρξατο ⸂λέγειν ὁ Πέτρος αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ⸀ἠκολουθήκαμένσοι. 29⸂ἔφη ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ ⸂μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 30ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ ⸀μητέραςκαὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ⸀οἱἔσχατοι πρῶτοι.
32Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, ⸂οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν 33ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖςἀρχιερεῦσιν καὶ ⸀τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν 34καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ⸂ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ⸀ἀποκτενοῦσιν καὶ ⸂μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
35Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης ⸀οἱυἱοὶ Ζεβεδαίου λέγοντες ⸀αὐτῷ Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν ⸀σεποιήσῃς ἡμῖν. 36ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε ⸀ποιήσωὑμῖν; 37οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς ⸂σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ⸀ἀριστερῶνκαθίσωμεν ἐν τῇ δόξῃ σου. 38ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ⸀ἢτὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ⸀Τὸποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, 40τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ⸀ἢἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται.
41Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42⸂καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43οὐχ οὕτως δέ ⸀ἐστινἐν ὑμῖν· ἀλλʼ ὃς ⸀ἂνθέλῃ ⸂μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44καὶ ὃς ⸀ἂνθέλῃ ⸂ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος· 45καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ⸀ὁυἱὸς Τιμαίου Βαρτιμαῖος ⸀τυφλὸς⸂προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν. 47καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ ⸀Ναζαρηνόςἐστιν ἤρξατο κράζειν καὶ λέγειν· ⸀ΥἱὲΔαυὶδ Ἰησοῦ, ἐλέησόν με. 48καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 49καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· ⸂Φωνήσατε αὐτόν. καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, ⸀ἔγειρε φωνεῖ σε. 50ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ⸀ἀναπηδήσαςἦλθεν πρὸς τὸν Ἰησοῦν. 51καὶ ἀποκριθεὶς ⸂αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Τί ⸂σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. 52⸂καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ ⸀εὐθὺςἀνέβλεψεν, καὶ ἠκολούθει ⸀αὐτῷἐν τῇ ὁδῷ.

Notes


*10:1 καὶ WH Treg NA28 ] διὰ τοῦ RP

10:2 Καὶ Holmes WHmarg ] + προσελθόντες Φαρισαῖοι WH Treg NA28 RP

10:2 ἐπηρώτων WH Treg NA28 ] ἐπηρώτησαν RP

§10:4 Ἐπέτρεψεν Μωϋσῆς WH Treg NA28 ] Μωϋσῆς ἐπέτρεψεν RP

*10:5 ὁ δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ RP

10:6 αὐτούς WH Treg NA28 ] + ὁ θεός RP

10:7 καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ Treg NA28 RP ] – WH

§10:10 εἰς τὴν οἰκίαν WH Treg NA28 ] ἐν τῇ οἰκίᾳ RP

*10:10 περὶ τούτου WH Treg NA28 ] αὐτοῦ περὶ τοῦ αὐτοῦ RP

10:10 ἐπηρώτων WH NA28 ] ἐπηρώτησαν Treg RP

10:11 ἂν WH Treg NA28 ] ἐὰν RP

§10:12 αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον WH Treg NA28 ] ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ RP

*10:13 αὐτῶν ἅψηται WH NA28 ] ἅψηται αὐτῶν Treg RP

10:13 ἐπετίμησαν αὐτοῖς WH NA28 ] ἐπετίμων τοῖς προσφέρουσιν Treg RP

10:15 ἂν WH Treg NA28 ] ἐὰν RP

§10:16 κατευλόγει τιθεὶς … αὐτά WH NA28 ] κατηυλόγει τιθεὶς … αὐτά Treg; τιθεὶς … αὐτά, εὐλόγει αὐτά RP

*10:19 φονεύσῃς Μὴ μοιχεύσῃς WH NA28 ] μοιχεύσῃς μὴ φονεύσῃς Treg RP

10:20 ἔφη WH NA28 ] ἀποκριθεὶς ἔφη Treg; ἀποκριθεὶς εἶπεν RP

10:21 σε WH NA28 ] σοι Treg RP

§10:21 τοῖς WH NA28 ] Treg RP

*10:21 μοι WH Treg NA28 ] + ἄρας τὸν σταυρόν RP

10:24 ἐστιν WH NA28 ] + τοὺς πεποιθότας ἐπὶ χρήμασιν Treg RP

10:25 τῆς τρυμαλιᾶς τῆς NA28 RP ] τρυμαλιᾶς WH Treg

§10:25 διελθεῖν WH Treg NA28 ] εἰσελθεῖν RP

*10:26 ἑαυτούς Treg NA28 RP ] αὐτόν WH

10:27 ἐμβλέψας WH Treg NA28 ] + δὲ RP

10:27 δυνατὰ WH Treg NA28 ] + ἐστιν RP

§10:28 λέγειν ὁ Πέτρος WH NA28 ] ὁ Πέτρος λέγειν Treg RP

*10:28 ἠκολουθήκαμέν WH Treg NA28 ] ἠκολουθήσαμέν RP

10:29 ἔφη ὁ Ἰησοῦς WH NA28 ] ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν Treg RP

10:29 μητέρα ἢ πατέρα WH Treg NA28 ] πατέρα ἢ μητέρα ἢ γυναῖκα RP

§10:30 μητέρας WH NA28 RP ] μητέρα Treg

*10:31 οἱ WH Treg NA28 ] – RP

10:32 οἱ δὲ WH Treg NA28 ] καὶ RP

10:33 τοῖς WH Treg NA28 ] – RP

§10:34 ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν WH Treg NA28 ] μαστιγώσουσιν αὐτόν καὶ ἐμπτύσουσιν αὐτῷ RP

*10:34 ἀποκτενοῦσιν WH NA28 ] + αὐτόν Treg RP

10:34 μετὰ τρεῖς ἡμέρας WH Treg NA28 ] τῇ τρίτῃ ἡμέρᾳ RP

10:35 οἱ Treg NA28 RP ] + δύο WH

§10:35 αὐτῷ WH Treg NA28 ] – RP

*10:35 σε WH Treg NA28 ] – RP

10:36 ποιήσω WH Treg ] με ποιήσω NA28; ποιῆσαί με RP

10:37 σου ἐκ δεξιῶν WH Treg NA28 ] ἐκ δεξιῶν σου RP

§10:37 ἀριστερῶν WH Treg NA28 ] εὐωνύμων σου RP

*10:38 ἢ WH Treg NA28 ] καὶ RP

10:39 Τὸ WH Treg NA28 ] + μὲν RP

10:40 ἢ WH Treg NA28 ] καὶ RP

§10:42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς RP

*10:43 ἐστιν WH Treg NA28 ] ἔσται RP

10:43 ἂν WH Treg NA28 ] ἐὰν RP

10:43 μέγας γενέσθαι WH Treg NA28 ] γενέσθαι μέγας RP

§10:44 ἂν WH NA28 ] ἐὰν Treg RP

*10:44 ἐν ὑμῖν εἶναι WH NA28 ] ὑμῶν εἶναι Treg; ὑμῶν γενέσθαι RP

10:46 ὁ WH Treg NA28 ] – RP

10:46 τυφλὸς WH Treg NA28 ] ὁ τυφλὸς RP

§10:46 προσαίτης ἐκάθητο … ὁδόν WH Treg NA28 ] ἐκάθητο … ὁδὸν προσαιτῶν NIV RP

*10:47 Ναζαρηνός WH Treg NA28 ] Ναζωραῖός RP

10:47 Υἱὲ WH Treg NA28 ] Ὁ ὑιὸς RP

10:49 Φωνήσατε αὐτόν WH Treg NA28 ] αὐτὸν φωνηθῆναι RP

§10:49 ἔγειρε WH Treg NA28 ] ἔγειραι RP

*10:50 ἀναπηδήσας WH Treg NA28 ] ἀναστὰς RP

10:51 αὐτῷ ὁ Ἰησοῦς εἶπεν WH Treg NA28 ] λέγει αὐτῷ ὁ Ἰησοῦς RP

10:51 σοι θέλεις ποιήσω WH Treg NA28 ] θέλεις ποιήσω σοί RP

§10:52 καὶ ὁ WH NA28 ] ὁ δὲ Treg RP

*10:52 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

10:52 αὐτῷ WH Treg NA28 ] τῷ Ἰησοῦ RP