1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ 2καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺςεἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς ⸀οὔπωἀνθρώπων ⸀ἐκάθισεν ⸂λύσατε αὐτὸν καὶ φέρετε. 3καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτιὉ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺςαὐτὸν ἀποστέλλει ⸀πάλινὧδε. 4⸂καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸςθύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; 6οἱ δὲ εἶπαν αὐτοῖς καθὼς ⸀εἶπενὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. 7καὶ ⸀φέρουσιντὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιναὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ ⸀αὐτόν 8⸂καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν. 9καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ⸀ἔκραζον Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· 10Εὐλογημένη ἡ ἐρχομένη ⸀βασιλείατοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 11Καὶ εἰσῆλθεν εἰς ⸀Ἱεροσόλυμαεἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ⸀ὀψὲἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. 12Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. 13καὶ ἰδὼν συκῆν ⸀ἀπὸμακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα ⸂τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων. 14καὶ ⸀ἀποκριθεὶςεἶπεν αὐτῇ· Μηκέτι ⸂εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. 15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ ⸀εἰσελθὼνεἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺςπωλοῦντας καὶ ⸀τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 17καὶ ἐδίδασκεν ⸂καὶ ἔλεγεν ⸀αὐτοῖς Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατεαὐτὸν σπήλαιον λῃστῶν. 18καὶ ἤκουσαν οἱ ⸂ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19Καὶ ⸀ὅτανὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντοἔξω τῆς πόλεως. 20Καὶ ⸂παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ· 23⸀ἀμὴνλέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃὅτι ⸂ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ. 24διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ⸂προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ⸀ἐλάβετε καὶ ἔσται ὑμῖν. 25καὶ ὅταν ⸀στήκετεπροσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶνὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ⸀ὑμῶν. 27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28καὶ ⸀ἔλεγοναὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸀ἢτίς σοι ⸂ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; 29ὁ δὲ ⸀Ἰησοῦςεἶπεν αὐτοῖς· Ἐπερωτήσω ⸀ὑμᾶςἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30τὸβάπτισμα ⸀τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31καὶ ⸀διελογίζοντοπρὸς ἑαυτοὺς λέγοντες· ⸂Τί εἴπωμεν; ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί ⸀οὖνοὐκ ἐπιστεύσατε αὐτῷ; 32ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ⸀ὄχλον ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ⸂ὄντως ὅτι προφήτης ἦν. 33καὶ ἀποκριθέντες ⸂τῷ Ἰησοῦ λέγουσιν· Οὐκ οἴδαμεν. καὶ ὁ ⸀Ἰησοῦςλέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Notes


*11:2 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

11:2 οὔπω WH Treg NA28 ] – RP

11:2 ἐκάθισεν WH NA28 ] κεκάθικεν Treg RP

§11:2 λύσατε αὐτὸν καὶ φέρετε WH Treg NA28 ] λύσαντες αὐτὸν ἀγάγετε RP

*11:3 ὅτι RP ] – WH Treg NA28

11:3 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

11:3 πάλιν WH Treg NA28 ] – RP

§11:4 καὶ ἀπῆλθον WH Treg NA28 ] Ἀπῆλθον δὲ RP

*11:4 πρὸς WH Treg NA28 ] + τὴν RP

11:6 εἶπεν WH Treg NA28 ] ἐνετείλατο RP

11:7 φέρουσιν WH Treg NA28 ] ἤγαγον RP

§11:7 ἐπιβάλλουσιν WH Treg NA28 ] ἐπέβαλον RP

*11:7 αὐτόν WH Treg NA28 ] αὐτῷ RP

11:8 καὶ πολλοὶ WH Treg NA28 ] Πολλοὶ δὲ RP

11:8 κόψαντες ἐκ τῶν ἀγρῶν WH Treg NA28 ] ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν RP

§11:9 ἔκραζον WH Treg NA28 ] + λέγοντες RP

*11:10 βασιλεία WH Treg NA28 ] + ἐν ὀνόματι κυρίου RP

11:11 Ἱεροσόλυμα WH Treg NA28 ] + ὁ Ἰησοῦς καὶ RP

11:11 ὀψὲ WH ] ὀψίας Treg NA28 RP

§11:13 ἀπὸ WH Treg NA28 ] – RP

*11:13 τι εὑρήσει WH Treg NA28 ] εὑρήσει τι RP

11:13 ὁ γὰρ καιρὸς οὐκ ἦν WH Treg NA28 ] οὐ γὰρ ἦν καιρὸς RP

11:14 ἀποκριθεὶς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

§11:14 εἰς τὸν αἰῶνα ἐκ σοῦ WH Treg NA28 ] ἐκ σοῦ εἰς τὸν αἰῶνα RP

*11:15 εἰσελθὼν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

11:15 τοὺς WH Treg NA28 ] – RP

11:17 καὶ ἔλεγεν WH Treg NA28 ] λέγων RP

§11:17 αὐτοῖς Treg NA28 RP ] – WH

*11:17 πεποιήκατε WH Treg NA28 ] ἐποιήσατε RP

11:18 ἀρχιερεῖς καὶ οἱ γραμματεῖς WH Treg NA28 ] γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP

11:18 πᾶς γὰρ WH Treg NA28 ] ὅτι πᾶς RP

§11:19 ὅταν WH Treg NA28 ] ὅτε RP

*11:19 ἐξεπορεύοντο WH Treg NA28 ] ἐξεπορεύετο RP

11:20 παραπορευόμενοι πρωῒ WH Treg NA28 ] πρωῒ παραπορευόμενοι RP

11:23 ἀμὴν WH NA28 ] + γὰρ Treg RP

§11:23 πιστεύῃ WH NA28 ] πιστεύσῃ Treg RP

*11:23 ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ WH Treg NA28 ] ἃ λέγει γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ RP

11:24 προσεύχεσθε καὶ αἰτεῖσθε WH Treg NA28 ] ἄν προσευχόμενοιαἰτῆσθε RP

11:24 ἐλάβετε WH Treg NA28 ] λαμβάνετε RP

§11:25 στήκετε WH Treg NA28 ] στήκητε RP

*11:25 ὑμῶν WH Treg NA28 ] + 26 Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν RP

11:28 ἔλεγον WH Treg NA28 ] λέγουσιν RP

11:28 ἢ WH NA28 ] καὶ Treg RP

§11:28 ἔδωκεν τὴν … ταύτην WH Treg NA28 ] τὴν … ταύτην ἔδωκεν RP

*11:29 Ἰησοῦς WH Treg NA28 ] + ἀποκριθεὶς RP

11:29 ὑμᾶς WH Treg NA28 ] + καὶ ἐγὼ RP

11:30 τὸ WH Treg NA28 ] – RP

§11:31 διελογίζοντο WH Treg NA28 ] ἐλογίζοντο RP

*11:31 Τί εἴπωμεν; Holmes ] – WH Treg NA28 RP

11:31 οὖν WH NA28 RP ] – Treg

11:32 ὄχλον WH NA28 ] λαόν Treg RP

§11:32 ὄντως ὅτι WH Treg NA28 ] ὅτι ὄντως RP

*11:33 τῷ Ἰησοῦ λέγουσιν WH Treg NA28 ] λέγουσιν τῷ Ἰησοῦ RP

11:33 Ἰησοῦς WH Treg NA28 ] + ἀποκριθεὶς RP