1Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς ⸀λαλεῖν Ἀμπελῶνα ⸂ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 2καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ ⸂τῶν καρπῶν τοῦ ἀμπελῶνος· 3⸀καὶλαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνον⸀ἐκεφαλίωσανκαὶ ⸀ἠτίμασαν 5⸀καὶἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες. 6ἔτι ⸂ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ⸂ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7ἐκεῖνοι δὲ οἱ γεωργοὶ ⸂πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8καὶ λαβόντες ⸂ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. 9⸀τίποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
12Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14⸀καὶἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν ⸂δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; 15ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος. 17⸂ὁ δὲ Ἰησοῦς εἶπεν ⸀αὐτοῖς ⸂Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ⸀ἐξεθαύμαζονἐπʼ αὐτῷ.
18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ⸀ἐπηρώτωναὐτὸν λέγοντες· 19Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ ⸂μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν ⸀γυναῖκακαὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν ⸂μὴ καταλιπὼν σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως· 22καὶ ⸂οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατονπάντων ⸂καὶ ἡ γυνὴ ἀπέθανεν. 23ἐν τῇ ἀναστάσει ⸂ὅταν ἀναστῶσιν τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24⸂ἔφη αὐτοῖς ὁ Ἰησοῦς· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται ἀλλʼ εἰσὶν ὡς ⸀ἄγγελοιἐν τοῖς οὐρανοῖς· 26περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου ⸀πῶςεἶπεν αὐτῷ ὁ θεὸς λέγων· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ⸂ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; 27οὐκ ἔστιν ⸀θεὸςνεκρῶν ⸀ἀλλὰζώντων· ⸀πολὺπλανᾶσθε.
28Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ⸀ἰδὼνὅτι καλῶς ⸂ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν ⸂ἐντολὴ πρώτη πάντων; 29⸂ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη ⸀ἐστίν Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, 30καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆςκαρδίας σουκαὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος ⸀σου. 31⸀δευτέρααὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32⸀καὶεἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπʼ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης ⸀τῆςκαρδίας καὶ ἐξ ὅλης τῆς ⸀συνέσεωςκαὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ⸀περισσότερόνἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34καὶ ὁ Ἰησοῦς ἰδὼν ⸀αὐτὸνὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς ⸂Δαυίδ ἐστιν; 36⸀αὐτὸςΔαυὶδ εἶπεν ἐν ⸂τῷ πνεύματι τῷ ἁγίῳ· ⸀Εἶπεν⸀κύριοςτῷ κυρίῳ μου· ⸀Κάθουἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτωτῶν ποδῶν σου. 37⸀αὐτὸςΔαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν ⸂αὐτοῦ ἐστιν υἱός; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38Καὶ ⸂ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.
41Καὶ ⸀καθίσας⸀κατέναντιτοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· 42καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ ⸀εἶπεναὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ⸀ἔβαλεντῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Notes


*12:1 λαλεῖν WH Treg NA28 ] λέγειν RP

12:1 ἄνθρωπος ἐφύτευσεν WH NA28 ] ἐφύτευσεν ἄνθρωπος Treg RP

12:2 τῶν καρπῶν WH Treg NA28 ] τοῦ καρποῦ RP

§12:3 καὶ WH Treg NA28 ] Οἱ δὲ RP

*12:4 κἀκεῖνον WH Treg NA28 ] + λιθοβολήσαντες RP

12:4 ἐκεφαλίωσαν WH NA28 ] ἐκεφαλαίωσαν Treg RP

12:4 ἠτίμασαν WH NA28 ] ἠτίμησαν Treg; ἀπέστειλαν ἠτιμωμένον RP

§12:5 καὶ WH Treg NA28 ] + πάλιν RP

*12:5 οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες WH Treg NA28 ] τοὺς μὲν δέροντες τοὺς δὲ ἀποκτένοντες RP

12:6 ἕνα … ἀπέστειλεν WH Treg NA28 ] οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ RP

12:6 ἔσχατον πρὸς αὐτοὺς WH Treg NA28 ] πρὸς αὐτοὺς ἔσχατον RP

§12:7 πρὸς ἑαυτοὺς εἶπαν WH Treg NA28 ] εἶπον πρὸς ἑαυτοὺς RP

*12:8 ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν WH Treg NA28 ] αὐτὸν ἀπέκτειναν καὶ ἐξέβαλον RP

12:9 τί WH ] + οὖν Treg NA28 RP

12:14 καὶ WH Treg NA28 ] Οἱ δὲ RP

§12:14 δοῦναι κῆνσον Καίσαρι WH Treg NA28 ] κῆνσον Καίσαρι δοῦναι RP

*12:17 ὁ δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ RP

12:17 αὐτοῖς Treg NA28 RP ] – WH

12:17 Τὰ Καίσαρος ἀπόδοτε WH Treg NA28 ] Ἀπόδοτε τὰ Καίσαρος RP

§12:17 ἐξεθαύμαζον WH NA28 ] ἐθαύμαζον Treg; ἐθαύμασαν RP

*12:18 ἐπηρώτων WH Treg NA28 ] ἐπηρώτησαν RP

12:19 μὴ ἀφῇ τέκνον WH NA28 ] τέκνα μὴ ἀφῇ Treg RP

12:19 γυναῖκα WH Treg NA28 ] + αὐτοῦ RP

§12:21 μὴ καταλιπὼν WH Treg NA28 ] καὶ οὐδὲ αὐτὸς ἀφῆκεν RP

*12:22 οἱ ἑπτὰ WH Treg NA28 ] ἔλαβον αὐτὴν οἱ ἑπτά καὶ RP

12:22 ἔσχατον WH Treg NA28 ] Ἐσχάτη RP

12:22 καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NA28 ] ἀπέθανεν καὶ ἡ γυνή RP

§12:23 ὅταν ἀναστῶσιν RP NA28 ] –WH Treg NIV

*12:24 ἔφη αὐτοῖς ὁ Ἰησοῦς WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς RP

12:25 γαμίζονται WH Treg NA28 ] γαμίσκονται RP

12:25 ἄγγελοι WH NA28 ] + οἱ Treg RP

§12:26 πῶς WH Treg NA28 ] ὡς RP

*12:26 ὁ θεὸς … καὶ ὁ NA28 RP ] θεὸς … καὶ WH Treg

12:27 θεὸς WH Treg NA28 ] ὁ θεὸς NIV RP

12:27 ἀλλὰ WH Treg NA28 ] + θεὸς RP

§12:27 πολὺ WH NA28 ] ὑμεῖς οὖν πολὺ Treg RP

*12:28 ἰδὼν Treg NA28 ] εἰδὼς WH RP

12:28 ἀπεκρίθη αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἀπεκρίθη RP

12:28 ἐντολὴ πρώτη πάντων WH Treg NA28 ] πρώτη πάντων ἐντολή RP

§12:29 ἀπεκρίθη ὁ Ἰησοῦς WH NA28 ] + αὐτῷ Treg; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ RP

*12:29 ἐστίν WH Treg NA28 ] πάντων τῶν ἐντολῶν RP

12:30 τῆς Treg NA28 RP ] – WH

12:30 σου WH NA28 ] + αὕτη πρώτη ἐντολή Treg RP

§12:31 δευτέρα WH NA28 ] + ὁμοία Treg; Καὶ δευτέρα ὁμοία RP

*12:32 καὶ Treg NA28 RP ] – WH

12:33 τῆς Treg NA28 RP ] – WH

12:33 συνέσεως WH NA28 ] + καὶ ἐξ ὅλης τῆς ψυχῆς Treg RP

§12:33 περισσότερόν WH Treg NA28 ] πλεῖόν RP

*12:34 αὐτὸν WH Treg RP NA28 ] – NIV

12:35 Δαυίδ ἐστιν WH Treg NA28 ] ἐστιν Δαυίδ RP

12:36 αὐτὸς WH NA28 ] + γὰρ Treg RP

§12:36 τῷ πνεύματι τῷ WH Treg NA28 ] πνεύματι RP

*12:36 Εἶπεν WH NA28 ] Λέγει Treg RP

12:36 κύριος WH Treg NA28 ] ὁ κύριος RP

12:36 Κάθου WH NA28 RP ] Κάθισον Treg

§12:36 ὑποκάτω WH NA28 ] ὑποπόδιον Treg RP

*12:37 αὐτὸς WH Treg NA28 ] + οὖν RP

12:37 αὐτοῦ ἐστιν υἱός WH Treg NA28 ] υἱὸς αὐτοῦ ἐστιν RP

12:38 ἐν … αὐτοῦ ἔλεγεν WH Treg NA28 ] ἔλεγεν αὐτοῖς ἐν … αὐτοῦ RP

§12:41 καθίσας WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

*12:41 κατέναντι WH NA28 RP ] ἀπέναντι Treg

12:43 εἶπεν WH Treg NA28 ] λέγει RP

12:43 ἔβαλεν WH Treg NA28 ] βέβληκεν RP