1Καὶ ⸀εὐθὺςπρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ ⸀παρέδωκανΠιλάτῳ. 2καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς ⸂αὐτῷ λέγει· Σὺ λέγεις. 3καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. 4ὁ δὲ Πιλᾶτος πάλιν ⸀ἐπηρώτααὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου ⸀κατηγοροῦσιν 5ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. 6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ⸂ὃν παρῃτοῦντο. 7ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν ⸀στασιαστῶνδεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8καὶ ⸀ἀναβὰςὁ ὄχλος ἤρξατο αἰτεῖσθαι ⸀καθὼςἐποίει αὐτοῖς. 9ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12ὁ δὲ Πιλᾶτος ⸂πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς· Τί οὖν ⸀θέλετεποιήσω ⸂ὃν λέγετε ⸀τὸνβασιλέα τῶν Ἰουδαίων; 13οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. 14ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ ⸂ἐποίησεν κακόν; οἱ δὲ ⸀περισσῶςἔκραξαν· Σταύρωσον αὐτόν. 15ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. 16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17καὶ ⸀ἐνδιδύσκουσιναὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· 18καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, ⸀βασιλεῦτῶν Ἰουδαίων· 19καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια ⸂τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα ⸀σταυρώσωσιναὐτόν. 21Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22καὶ φέρουσιν αὐτὸνἐπὶ ⸀τὸν ⸀Γολγοθᾶντόπον, ὅ ἐστιν ⸀μεθερμηνευόμενονΚρανίου Τόπος. 23καὶ ἐδίδουν ⸀αὐτῷἐσμυρνισμένον οἶνον, ⸀ὃςδὲ οὐκ ἔλαβεν. 24καὶ ⸂σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπʼ αὐτὰ τίς τί ἄρῃ. 25Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 26καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων ⸀αὐτοῦ 29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ⸂οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, 30σῶσον σεαυτὸν ⸀καταβὰςἀπὸ τοῦ σταυροῦ. 31ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· 32ὁ χριστὸς ὁ ⸀βασιλεὺςἸσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ ⸀πιστεύσωμεν καὶ οἱ συνεσταυρωμένοι ⸀σὺναὐτῷ ὠνείδιζον αὐτόν. 33⸂Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34καὶ τῇ ⸂ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ ⸀μεγάλῃ Ἐλωῒ ἐλωῒ ⸀λεμὰσαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί ⸂ἐγκατέλιπές με; 35καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ⸀ἼδεἨλίαν φωνεῖ. 36δραμὼν δέ ⸂τις καὶ γεμίσας σπόγγον ὄξους ⸀περιθεὶςκαλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπʼ ἄνωθεν ἕως κάτω. 39ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι ⸀οὕτωςἐξέπνευσεν εἶπεν· Ἀληθῶς ⸂οὗτος ὁ ἄνθρωπος υἱὸς ⸂θεοῦ ἦν. 40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν ⸀αἷςκαὶ ⸀ΜαρίαΜαγδαληνὴ καὶ Μαρία ⸀ἡ Ἰακώβου τοῦ μικροῦ καὶ ⸀Ἰωσῆτοςμήτηρ καὶ Σαλώμη, 41⸀αἳὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα. 42Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν ⸀προσάββατον 43⸀ἐλθὼνἸωσὴφ ⸀ὁἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς ⸀τὸνΠιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ ⸀πάλαιἀπέθανεν· 45καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ ⸀πτῶματῷ Ἰωσήφ. 46καὶ ἀγοράσας ⸀σινδόνακαθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ⸀ἔθηκεναὐτὸν ἐν ⸀μνημείῳὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸂ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ ⸀τέθειται

Notes


*15:1 εὐθὺς WH Treg NA28 ] εὐθέως ἐπὶ τὸ RP

15:1 παρέδωκαν WH Treg NA28 ] + τῷ RP

15:2 αὐτῷ λέγει WH Treg NA28 ] εἶπεν αὐτῷ RP

§15:4 ἐπηρώτα WH Treg NA28 ] ἐπηρώτησεν RP

*15:4 κατηγοροῦσιν WH Treg NA28 ] καταμαρτυροῦσιν RP

15:6 ὃν παρῃτοῦντο WH NA28 ] ὅνπερ ᾐτοῦντο Treg RP

15:7 στασιαστῶν WH Treg NA28 ] συστασιαστῶν RP

§15:8 ἀναβὰς WH Treg NA28 ] ἀναβοήσας RP

*15:8 καθὼς WH NA28 ] + ἀεὶ Treg RP

15:12 πάλιν ἀποκριθεὶς ἔλεγεν WH Treg NA28 ] ἀποκριθεὶς πάλιν εἶπεν RP

15:12 θέλετε Treg RP NA28 ] – WH NIV

§15:12 ὃν λέγετε WH NA28 RP ] – Treg

*15:12 τὸν WH Treg NA28 ] – RP

15:14 ἐποίησεν κακόν WH Treg NA28 ] κακὸν ἐποίησεν RP

15:14 περισσῶς WH Treg NA28 ] περισσοτέρως RP

§15:17 ἐνδιδύσκουσιν WH Treg NA28 ] ἐνδύουσιν RP

*15:18 βασιλεῦ WH Treg NA28 ] ὁ βασιλεὺς RP

15:20 τὰ ἴδια Treg RP ] αὐτοῦ WH NA28

15:20 σταυρώσωσιν WH NA28 RP ] σταυρώσουσιν Treg

§15:22 τὸν WH Treg NA28 ] – RP

*15:22 Γολγοθᾶν WH NA28 ] Γολγοθᾶ Treg RP

15:22 μεθερμηνευόμενον Treg NA28 RP ] μεθερμηνευόμενος WH

15:23 αὐτῷ WH Treg NA28 ] + πιεῖν RP

§15:23 ὃς WH Treg NA28 ] ὁ RP

*15:24 σταυροῦσιν αὐτὸν καὶ WH Treg NA28 ] σταυρώσαντες αὐτὸν RP

15:27 αὐτοῦ WH NA28 ] + 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη Treg RP

15:29 οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NA28 ] οἰκοδομῶν τρισὶν ἡμέραις Treg; ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP

§15:30 καταβὰς WH Treg NA28 ] καὶ κατάβα RP

*15:32 βασιλεὺς WH Treg NA28 ] + τοῦ RP

15:32 πιστεύσωμεν WH Treg NA28 ] + αὐτῷ RP

15:32 σὺν WH NA28 ] – Treg RP

§15:33 Καὶ γενομένης WH Treg NA28 ] Γενομένης δὲ RP

*15:34 ἐνάτῃ ὥρᾳ WH Treg NA28 ] ὥρᾳ τῇ ἐνάτῃ RP

15:34 μεγάλῃ WH Treg NA28 ] + λέγων RP

15:34 λεμὰ NA28 ] λαμὰ WH Treg; λιμὰ RP

§15:34 ἐγκατέλιπές με WH Treg NA28 ] με ἐγκατέλιπες RP

*15:35 Ἴδε WH Treg NA28 ] Ἰδού RP

15:36 τις καὶ Treg NA28 ] τις WH; εἷς καὶ RP

15:36 περιθεὶς WH Treg NA28 ] + τε RP

§15:39 οὕτως WH NA28 ] + κράξας Treg NIV RP

*15:39 οὗτος ὁ ἄνθρωπος WH Treg NA28 ] ὁ ἄνθρωπος οὗτος RP

15:39 θεοῦ ἦν WH NA28 ] ἦν θεοῦ Treg RP

15:40 αἷς WH NA28 ] + ἦν Treg RP

§15:40 Μαρία Treg NA28 RP ] Μαριὰμ WH

*15:40 ἡ WH Treg NA28 ] + τοῦ RP

15:40 Ἰωσῆτος WH Treg NA28 ] Ἰωσῆ RP

15:41 αἳ WH NA28 ] + καί Treg RP

§15:42 προσάββατον WH NA28 RP ] πρὸς σάββατον Treg

*15:43 ἐλθὼν WH Treg NA28 ] ἦλθεν RP

15:43 ὁ Treg NA28 RP ] – WH

15:43 τὸν WH Treg NA28 ] – RP

§15:44 πάλαι NA28 RP ] ἤδη WH Treg

*15:45 πτῶμα WH Treg NA28 ] σῶμα RP

15:46 σινδόνα WH Treg NA28 ] + καὶ RP

15:46 ἔθηκεν WH Treg NA28 ] κατέθηκεν RP

§15:46 μνημείῳ Treg NA28 RP ] μνήματι WH

*15:47 ἡ Ἰωσῆτος WH Treg NA28 ] Ἰωσῆ RP

15:47 τέθειται WH Treg NA28 ] τίθεται RP