1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ⸀ὄπισθεν κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ⸀ἄξιοςἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ ⸀οὐρανῷ⸂οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. 4καὶ ⸀ἐγὼἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό· 5καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ⸀ἀνοῖξαιτὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
6Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ⸀ἑστηκὸςὡς ἐσφαγμένον, ⸀ἔχωνκέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ⸀οἵεἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, ⸀ἀπεσταλμένοιεἰς πᾶσαν τὴν γῆν. 7καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν ⸀αἱπροσευχαὶ τῶν ἁγίων· 9καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ ⸀θεῷἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν ⸀βασιλείανκαὶ ἱερεῖς, καὶ ⸀βασιλεύουσινἐπὶ τῆς γῆς.
11Καὶ εἶδον, καὶ ⸀ἤκουσαφωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, 12λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν ⸀καὶπλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς ⸀θαλάσσης καὶ τὰ ἐν αὐτοῖς ⸀πάντα ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων 14καὶ τὰ τέσσαρα ζῷα ⸀ἔλεγον Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

Notes


*5:1 ὄπισθεν WH Treg NA28 ] ἔξωθεν RP

5:2 ἄξιος WH Treg NA28 ] + ἐστιν RP

5:3 οὐρανῷ WH Treg NA28 ] + ἄνω RP

§5:3 οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NA28 ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP

*5:4 ἐγὼ WH Treg RP ] – NA28

5:5 ἀνοῖξαι WH Treg NA28 ] ὁ ἀνοίγων RP

5:6 ἑστηκὸς WH NA28 RP ] ἑστηκὼς Treg

§5:6 ἔχων WH Treg NA28 ] ἔχον RP

*5:6 οἵ WH Treg NA28 ] ἃ RP

5:6 ἀπεσταλμένοι WH Treg NA28 ] ἀποστελλόμενα RP

5:8 αἱ WH Treg NA28 ] – RP

§5:9 θεῷ WH NA28 ] + ἡμᾶς Treg RP

*5:10 βασιλείαν WH Treg NA28 ] βασιλεῖς RP

5:10 βασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NA28 RP

5:11 ἤκουσα WH Treg NA28 ] + ὡς RP

§5:12 καὶ WH Treg NA28 ] + τὸν RP

*5:13 θαλάσσης Treg NA28 ] +ἐστίν WH RP

5:13 πάντα WH Treg NA28 ] πάντας RP

5:13 τῷ θρόνῳ NA28 ] τοῦ θρόνου WH Treg RP

§5:13 αἰώνων WH Treg NA28 ] + Ἀμήν RP

*5:14 ἔλεγον WH Treg NA28 ] λέγοντα τὸ RP