6
1Καὶ εἶδον ⸀ὅτεἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς· ⸀Ἔρχου 2καὶ ⸂εἶδον, καὶ⸃ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.
3Καὶ ὅτε ἤνοιξεν τὴν ⸂σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου. 4καὶἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπʼ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς ⸀καὶ ἵνα ἀλλήλους ⸀σφάξουσιν καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· Ἔρχου. καὶ ⸀εἶδον καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. 6καὶ ἤκουσα ⸀ὡςφωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες ⸀κριθῶνδηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα ⸀φωνὴντοῦ τετάρτου ζῴου λέγοντος· ⸀Ἔρχου 8καὶ ⸂εἶδον, καὶ⸃ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει ⸂μετʼ αὐτοῦ⸃, καὶ ἐδόθη ⸀αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
9Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν ⸀μαρτυρίανἣν εἶχον. 10καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ⸀ἀναπαύσονταιἔτι χρόνον ⸀μικρόν ἕως ⸀πληρωθῶσινκαὶ οἱ σύνδουλοι αὐτῶνκαὶ οἱ ἀδελφοὶ ⸀αὐτῶν οἱ μέλλοντες ⸀ἀποκτέννεσθαιὡς καὶ αὐτοί.
12Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ⸂ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, 13καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ ⸀βάλλειτοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, 14καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. 15καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· 16καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· Πέσετε ἐφʼ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, 17ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς ⸀αὐτῶν καὶ τίς δύναται σταθῆναι;
Notes
*6:1
ὅτε WH Treg NA28 ] ὅτι RP
†6:1
Ἔρχου WH Treg NA28 ] + καὶ ἴδε RP
‡6:2
εἶδον καὶ WH Treg NA28 ] – RP
§6:3
σφραγῖδα τὴν δευτέραν WH Treg NA28 ] δευτέραν σφραγῖδα RP
*6:4
καὶ WH Treg NA28 ] – RP
†6:4
σφάξουσιν WH Treg NA28 ] σφάξωσιν RP
‡6:5
εἶδον WH Treg NA28 ] ἴδε RP
§6:6
ὡς WH Treg NA28 ] – RP
*6:6
κριθῶν WH Treg NA28 ] κριθῆς RP
†6:7
φωνὴν WH Treg NA28 ] – RP
‡6:7
Ἔρχου WH Treg NA28 ] + καὶ ἴδε RP
§6:8
εἶδον καὶ WH Treg NA28 ] – RP
*6:8
μετʼ αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP
†6:8
αὐτοῖς WH Treg NA28 ] αὐτῷ RP
‡6:9
μαρτυρίαν WH Treg NA28 ] + τοῦ ἀρνίου RP
§6:11
ἀναπαύσονται WH Treg NA28 ] ἀναπαύσωνται RP
*6:11
μικρόν WH Treg NA28 ] – RP
†6:11
πληρωθῶσιν WH NA28 ] πληρώσωσιν Treg RP
‡6:11
αὐτῶν WH Treg NA28 ] + καὶ RP
§6:11
ἀποκτέννεσθαι WH Treg NA28 ] ἀποκτένεσθαι RP
*6:12
ἐγένετο μέλας WH Treg NA28 ] μέλας ἐγένετο RP
†6:13
βάλλει WH Treg NA28 ] βαλοῦσα RP
‡6:17
αὐτῶν WH Treg NA28 ] αὐτοῦ RP
ὅτε WH Treg NA28 ] ὅτι RP
Ἔρχου WH Treg NA28 ] + καὶ ἴδε RP
εἶδον καὶ WH Treg NA28 ] – RP
σφραγῖδα τὴν δευτέραν WH Treg NA28 ] δευτέραν σφραγῖδα RP
καὶ WH Treg NA28 ] – RP
σφάξουσιν WH Treg NA28 ] σφάξωσιν RP
εἶδον WH Treg NA28 ] ἴδε RP
ὡς WH Treg NA28 ] – RP
κριθῶν WH Treg NA28 ] κριθῆς RP
φωνὴν WH Treg NA28 ] – RP
Ἔρχου WH Treg NA28 ] + καὶ ἴδε RP
εἶδον καὶ WH Treg NA28 ] – RP
μετʼ αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP
αὐτοῖς WH Treg NA28 ] αὐτῷ RP
μαρτυρίαν WH Treg NA28 ] + τοῦ ἀρνίου RP
ἀναπαύσονται WH Treg NA28 ] ἀναπαύσωνται RP
μικρόν WH Treg NA28 ] – RP
πληρωθῶσιν WH NA28 ] πληρώσωσιν Treg RP
αὐτῶν WH Treg NA28 ] + καὶ RP
ἀποκτέννεσθαι WH Treg NA28 ] ἀποκτένεσθαι RP
ἐγένετο μέλας WH Treg NA28 ] μέλας ἐγένετο RP
βάλλει WH Treg NA28 ] βαλοῦσα RP
αὐτῶν WH Treg NA28 ] αὐτοῦ RP