18
1Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. 2καὶ ἔκραξεν ⸀ἐνἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, ⸀ἔπεσενΒαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον ⸀δαιμονίωνκαὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου ⸂καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου, 3ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς ⸀πέπτωκανπάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετʼ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ⸀Ἐξέλθατε ⸂ὁ λαός μου, ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· 5ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς. 6ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ ⸀διπλώσατε⸀τὰδιπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν· 7ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω. 8διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.
9Καὶ κλαύσουσιν καὶ κόψονται ἐπʼ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετʼ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11Καὶ οἱ ἔμποροι τῆς γῆς ⸂κλαίουσιν καὶ πενθοῦσιν ἐπʼ ⸀αὐτήν ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, 12γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ ⸀μαργαριτῶνκαὶ βυσσίνου καὶ ⸀πορφύραςκαὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 13καὶ κιννάμωμον ⸂καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ ⸂κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. 14καὶ ἡ ὀπώρα ⸂σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ ⸀οὐκέτι⸂οὐ μὴ αὐτὰ εὑρήσουσιν. 15οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπʼ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες, 16⸀λέγοντες Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ ⸀κεχρυσωμένηχρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ ⸀μαργαρίτῃ 17ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν 18καὶ ⸀ἔκραξανβλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ⸀ἔκραξανκλαίοντες καὶ ⸀πενθοῦντεςλέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20Εὐφραίνου ἐπʼ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς ⸀μύλινονμέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. 22καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, 23καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, 24καὶ ἐν αὐτῇ ⸀αἷμαπροφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
Notes
*18:2
ἐν WH Treg NA28 ] – RP
†18:2
ἔπεσεν WH NA28 ] – Treg RP
‡18:2
δαιμονίων WH Treg NA28 ] δαιμόνων RP
§18:2
καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου NA28 ] – WH Treg NIV RP
*18:3
πέπτωκαν WH Treg RP ] πέπωκαν NA28
†18:4
Ἐξέλθατε WH Treg NA28 ] Ἔξελθε RP
‡18:4
ὁ λαός μου, ἐξ αὐτῆς WH NA28 ] ἐξ αὐτῆς ὁ λαός μου Treg RP
§18:6
διπλώσατε WH Treg NA28 ] + αὐτῇ RP
*18:6
τὰ WH Treg NA28 ] – RP
†18:11
κλαίουσιν καὶ πενθοῦσιν WH Treg NA28 ] κλαύσουσιν καὶ πενθήσουσιν RP
‡18:11
αὐτήν WH Treg NA28 ] αὐτῇ RP
§18:12
μαργαριτῶν WH Treg NA28 ] μαργαρίτου RP
*18:12
πορφύρας WH Treg NA28 ] πορφυροῦ RP
†18:13
καὶ ἄμωμον WH Treg NA28 ] – RP
‡18:13
κτήνη καὶ πρόβατα WH Treg NA28 ] πρόβατα καὶ κτήνη RP
§18:14
σου τῆς … ψυχῆς WH Treg NA28 ] τῆς … ψυχῆς σου RP
*18:14
οὐκέτι WH NA28 RP ] – Treg
†18:14
οὐ μὴ αὐτὰ εὑρήσουσιν WH Treg NA28 ] αὐτὰ οὐ μὴ εὕρῃς RP
‡18:16
λέγοντες WH Treg NA28 ] καὶ λέγοντες RP
§18:16
κεχρυσωμένη Treg RP ] + ἐν WH NA28
*18:16
μαργαρίτῃ WH Treg NA28 ] μαργαρίταις RP
†18:18
ἔκραξαν WH ] ἔκραζον Treg NA28 RP
‡18:19
ἔκραξαν WH ] ἔκραζον Treg NA28 RP
§18:19
πενθοῦντες WH Treg NA28 ] + καὶ RP
*18:21
μύλινον WH NA28 ] μύλον Treg RP
†18:24
αἷμα WH Treg NA28 ] αἵματα RP
ἐν WH Treg NA28 ] – RP
ἔπεσεν WH NA28 ] – Treg RP
δαιμονίων WH Treg NA28 ] δαιμόνων RP
καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου NA28 ] – WH Treg NIV RP
πέπτωκαν WH Treg RP ] πέπωκαν NA28
Ἐξέλθατε WH Treg NA28 ] Ἔξελθε RP
ὁ λαός μου, ἐξ αὐτῆς WH NA28 ] ἐξ αὐτῆς ὁ λαός μου Treg RP
διπλώσατε WH Treg NA28 ] + αὐτῇ RP
τὰ WH Treg NA28 ] – RP
κλαίουσιν καὶ πενθοῦσιν WH Treg NA28 ] κλαύσουσιν καὶ πενθήσουσιν RP
αὐτήν WH Treg NA28 ] αὐτῇ RP
μαργαριτῶν WH Treg NA28 ] μαργαρίτου RP
πορφύρας WH Treg NA28 ] πορφυροῦ RP
καὶ ἄμωμον WH Treg NA28 ] – RP
κτήνη καὶ πρόβατα WH Treg NA28 ] πρόβατα καὶ κτήνη RP
σου τῆς … ψυχῆς WH Treg NA28 ] τῆς … ψυχῆς σου RP
οὐκέτι WH NA28 RP ] – Treg
οὐ μὴ αὐτὰ εὑρήσουσιν WH Treg NA28 ] αὐτὰ οὐ μὴ εὕρῃς RP
λέγοντες WH Treg NA28 ] καὶ λέγοντες RP
κεχρυσωμένη Treg RP ] + ἐν WH NA28
μαργαρίτῃ WH Treg NA28 ] μαργαρίταις RP
ἔκραξαν WH ] ἔκραζον Treg NA28 RP
ἔκραξαν WH ] ἔκραζον Treg NA28 RP
πενθοῦντες WH Treg NA28 ] + καὶ RP
μύλινον WH NA28 ] μύλον Treg RP
αἷμα WH Treg NA28 ] αἵματα RP