20
1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. 2καὶ ἐκράτησεν τὸν δράκοντα, ⸂ὁ ὄφις ὁ ἀρχαῖος, ὅς ἐστιν Διάβολος καὶ ὁ ⸀Σατανᾶς καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, 3καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ ⸀πλανήσῃἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· ⸀μετὰταῦτα δεῖ ⸂λυθῆναι αὐτὸν μικρὸν χρόνον.
4Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπʼ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ ⸀χίλιαἔτη. 5⸀οἱλοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. 6μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλʼ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετʼ αὐτοῦ ⸀χίλιαἔτη.
7Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, 8καὶἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ ⸀καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς ⸀αὐτῶνὡς ἡ ἄμμος τῆς θαλάσσης. 9καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ⸀ἐκύκλευσαντὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ⸂ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς· 10καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
11Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ⸂ἐπʼ αὐτοῦ, οὗ ἀπὸ ⸀τοῦπροσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. 13καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. 14καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ ⸂θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. 15καὶ εἴ τις οὐχ εὑρέθη ἐν ⸂τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
Notes
*20:2
ὁ ὄφις ὁ ἀρχαῖος WH Treg NA28 ] τὸν ὄφιν τὸν ἀρχαῖον RP
†20:2
Σατανᾶς WH Treg NA28 ] + ὁ πλανῶν τὴν οἰκουμένην ὅλην RP
‡20:3
πλανήσῃ WH Treg NA28 ] πλανᾷ RP
§20:3
μετὰ WH Treg NA28 ] καὶ μετὰ RP
*20:3
λυθῆναι αὐτὸν WH NA28 ] αὐτὸν λυθῆναι Treg RP
†20:4
χίλια WH Treg NA28 ] τὰ χίλια RP
‡20:5
οἱ WH NA28 ] Καί οἱ Treg RP
§20:6
χίλια RP ] τὰ χίλια WH Treg NA28
*20:8
καὶ WH NA28 ] + τὸν Treg RP
†20:8
αὐτῶν WH Treg NA28 ] – RP
‡20:9
ἐκύκλευσαν WH NA28 ] ἐκύκλωσαν Treg RP
§20:9
ἐκ τοῦ οὐρανοῦ WH NA28 ] ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ Treg; ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ RP
*20:11
ἐπʼ αὐτοῦ WH ] ἐπʼ αὐτόν NA28 RP; ἐπάνω αὐτοῦ Treg
†20:11
τοῦ WH Treg NA28 ] – RP
‡20:14
θάνατος ὁ δεύτερός WH NA28 RP ] δεύτερός θάνατος Treg
§20:15
τῇ βίβλῳ WH Treg NA28 ] τῷ βιβλίῳ RP
ὁ ὄφις ὁ ἀρχαῖος WH Treg NA28 ] τὸν ὄφιν τὸν ἀρχαῖον RP
Σατανᾶς WH Treg NA28 ] + ὁ πλανῶν τὴν οἰκουμένην ὅλην RP
πλανήσῃ WH Treg NA28 ] πλανᾷ RP
μετὰ WH Treg NA28 ] καὶ μετὰ RP
λυθῆναι αὐτὸν WH NA28 ] αὐτὸν λυθῆναι Treg RP
χίλια WH Treg NA28 ] τὰ χίλια RP
οἱ WH NA28 ] Καί οἱ Treg RP
χίλια RP ] τὰ χίλια WH Treg NA28
καὶ WH NA28 ] + τὸν Treg RP
αὐτῶν WH Treg NA28 ] – RP
ἐκύκλευσαν WH NA28 ] ἐκύκλωσαν Treg RP
ἐκ τοῦ οὐρανοῦ WH NA28 ] ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ Treg; ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ RP
ἐπʼ αὐτοῦ WH ] ἐπʼ αὐτόν NA28 RP; ἐπάνω αὐτοῦ Treg
τοῦ WH Treg NA28 ] – RP
θάνατος ὁ δεύτερός WH NA28 RP ] δεύτερός θάνατος Treg
τῇ βίβλῳ WH Treg NA28 ] τῷ βιβλίῳ RP