8
1Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. 2Εἰ ⸋δέ⸌ τις δοκεῖ ⸂εἰδέναι τι, ⸂2οὐδέπω οὐδὲν⸃ ἔγνωκεν καθὼς δεῖ γνῶναι·⸃ 3εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ. 4Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς ⸋ἕτερος⸌ εἰ μὴ εἷς. 5Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοί, ⸂εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς·⸃ ὥσπερ εἰσὶν θεοὶ πολλοί, καὶ κύριοι πολλοί· 6ἀλλ᾽ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς κύριος Ἰησοῦς χριστός, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ. 7Ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ ⸂συνειδήσει⸃ ⸉τοῦ εἰδώλου ἕως ἄρτι⸊ ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. 8Βρῶμα δὲ ἡμᾶς οὐ ⸂παρίστησιν⸃ τῷ θεῷ· οὔτε ⸋γὰρ⸌ ⸂2ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.⸃ 9Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ⸂ἀσθενοῦσιν.⸃ 10Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 ⸂Καὶ ἀπολεῖται⸃ ⸂2ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει,⸃ δι᾽ ὃν χριστὸς ἀπέθανεν; 12Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς χριστὸν ἁμαρτάνετε. 13Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
Notes
*8:2
⸋ δέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*8:2
⸂ εἰδέναι … ἔγνωκεν … γνῶναι RP f 35 ¦ εἰδέναι … ἔγνωκε … γνῶναι TR ¦ ἐγνωκέναι … ἔγνω … γνῶναι TNT2 WH NA NIV SBL
*8:2
⸂2 οὐδέπω οὐδὲν RP f 35 TR ¦ οὔπω TNT2 WH NA NIV SBL
*8:4
⸋ ἕτερος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*8:5
⸂ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς RP TNT2 WH NA NIV SBL ¦ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς f 35 TR
*8:7
⸂ συνειδήσει RP f 35 TR ¦ συνηθείᾳ TNT2 WH NA NIV SBL
*8:7
⸉ τοῦ εἰδώλου ἕως ἄρτι RP f 35 TR ¦ ἕως ἄρτι τοῦ εἰδώλου TNT2 WH NA NIV SBL
*8:8
⸂ παρίστησιν RP f 35 ¦ παρίστησι TR ¦ παραστήσει TNT2 WH NA NIV SBL
*8:8
⸋ γὰρ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV
*8:8
⸂2 ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα RP f 35 TR SBL ¦ ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεθα TNT2 ¦ ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν WH NA NIV
*8:9
⸂ ἀσθενοῦσιν RP f 35 TR ¦ ἀσθενέσιν TNT2 WH NA NIV SBL
*8:11
⸂ Καὶ ἀπολεῖται RP f 35 TR ¦ Ἀπόλλυται γὰρ TNT2 WH NA NIV SBL
*8:11
⸂2 ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει RP f 35 TR ¦ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς TNT2 WH NA NIV SBL