4
1Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ θεοῦ ἐστίν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. 2Ἐν τούτῳ ⸂γινώσκεται⸃ τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ ⸂2Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστίν· 3καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα,⸃ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. 4Ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστέ, τεκνία, καὶ νενικήκατε αὐτούς· ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. 5Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. 6Ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμέν· ὁ γινώσκων τὸν θεόν, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
7Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστίν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν θεόν. 8Ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν· ὅτι ὁ θεὸς ἀγάπη ἐστίν. 9Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν δι᾽ αὐτοῦ. 10Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ⸂ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν, ἀλλ᾽ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς,⸃ καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. 11Ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. 12Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ ⸉τετελειωμένη ἐστὶν ἐν ἡμῖν.⸊ 13Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. 14Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. 15Ὃς ⸂ἂν⸃ ὁμολογήσῃ ὅτι ⸂2Ἰησοῦς⸃ ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ θεῷ. 16Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ⸂ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει.⸃ 17Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾽ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ. 18Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾽ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει· ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. 19Ἡμεῖς ⸂ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.⸃ 20 ⸂Ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ,⸃ ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν ⸂2πῶς⸃ δύναται ἀγαπᾷν; 21Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾽ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
Notes
*4:2
⸂ γινώσκεται RP f 35 ¦ γινώσκετε TR TNT2 WH NA NIV SBL
*4:2
⸂2 Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα … Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα RP f 35 ¦ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα … τὸν Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα TR ¦ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα … τὸν Ἰησοῦν TNT2 WH NA NIV SBL
*4:10
⸂ ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν … αὐτὸς ἠγάπησεν ἡμᾶς RP f 35 TR TNT2 ¦ ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν … αὐτὸς ἠγάπησεν ἡμᾶς WH NA NIV SBL
*4:12
⸉ τετελειωμένη ἐστὶν ἐν ἡμῖν RP f 35 TR ¦ τετελειωμένη ἐν ἡμῖν ἐστὶν TNT2 WH NA25 ¦ ἐν ἡμῖν τετελειωμένη ἐστὶν NA27+28 NIV SBL
*4:15
⸂ ἂν RP f 35 TR TNT2 ¦ ἐὰν WH NA NIV SBL
*4:15
⸂2 Ἰησοῦς RP f 35 TR TNT2 SBL ¦ Ἰησοῦς χριστός WH NA NIV
*4:16
⸂ ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει. RP WH NA NIV SBL ¦ ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ. f 35 TR TNT2
*4:19
⸂ ἀγαπῶμεν αὐτόν … ἠγάπησεν ἡμᾶς RP f 35 TR ¦ ἀγαπῶμεν … ἠγάπησεν ἡμᾶς TNT2 WH NA NIV SBL
*4:20
⸂ Ἐάν τις εἴπῃ … καὶ … μισῇ RP TR TNT2 WH NA NIV SBL ¦ Ἐάν τις εἴπῃ … καὶ … μισεῖ f 35
*4:20
⸂2 πῶς RP f 35 TR ¦ οὐ TNT2 WH NA NIV SBL