3
1Ὁμοίως, ⸋αἱ⸌ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα, ⸋2καὶ⸌ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, 2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος· 4ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ ⸉πρᾳέος καὶ ἡσυχίου⸊ πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. 5Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ⸂ἐπὶ⸃ ⸆ θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· 6ὡς Σάρρα ⸂ὑπήκουσεν⸃ τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸂συγκληρονόμοι⸃ χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
8Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ⸂φιλόφρονες·⸃ 9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, ⸋εἰδότες⸌ ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. 10Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν, καὶ ⸉ἰδεῖν ἡμέρας⸊ ἀγαθάς, παυσάτω ⸂τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦ⸃ τοῦ μὴ λαλῆσαι δόλον· 11ἐκκλινάτω ⸆ ἀπὸ κακοῦ, καὶ ⸂ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην,⸃ καὶ διωξάτω αὐτήν. 12Ὅτι ⸂ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ⸃ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
13Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ⸂μιμηταὶ⸃ γένησθε; 14Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε· 15 ⸂κύριον δὲ τὸν θεὸν⸃ ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοι ⸋δὲ⸌ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ⸆ μετὰ πρᾳΰτητος καὶ φόβου· 16συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν ᾧ ⸂καταλαλοῦσιν ὑμῶν⸃ ⸋ὡς κακοποιῶν,⸌ καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν ⸂2τὴν ἀγαθὴν ἐν χριστῷ ἀναστροφήν.⸃ 17Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ ⸂θέλοι⸃ τὸ θέλημα τοῦ θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας. 18Ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ⸂ἔπαθεν,⸃ δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ⸂2ὑμᾶς⸃ προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς ⸂3μὲν σαρκί, ζῳοποιηθεὶς δὲ πνεύματι,⸃ 19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20ἀπειθήσασίν ποτε, ὅτε ⸂ἀπεξεδέχετο⸃ ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ⸂2ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί,⸃ διεσώθησαν δι᾽ ὕδατος· 21ὃ ⸂ἀντίτυπον νῦν καὶ ἡμᾶς⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ χριστοῦ, 22ὅς ἐστιν ἐν δεξιᾷ ⸋τοῦ⸌ θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
Notes
*3:1
⸋ αἱ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL
*3:1
⸋2 καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
*3:4
⸉ πρᾳέος καὶ ἡσυχίου RP f 35 TR NA25 ¦ πραέως καὶ ἡσυχίου TNT2 NA27+28 NIV SBL ¦ ἡσυχίου καὶ πραέως WH
*3:5
⸂ ἐπὶ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL
*3:5
⸆ – RP TNT2 WH NA NIV SBL ¦ τὸν f 35 TR
*3:6
⸂ ὑπήκουσεν RP f 35 TNT2 NA NIV SBL ¦ ὑπήκουσε TR ¦ ὑπήκουεν WH
*3:7
⸂ συγκληρονόμοι RP f 35 TR ¦ συγκληρονόμοις TNT2 NA NIV SBL ¦ συνκληρονόμοι WH
*3:8
⸂ φιλόφρονες RP f 35 TR ¦ ταπεινόφρονες TNT2 WH NA NIV SBL
*3:9
⸋ εἰδότες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*3:10
⸉ ἰδεῖν ἡμέρας RP TR TNT2 WH NA NIV SBL ¦ ἡμέρας ἰδεῖν f 35
*3:10
⸂ τὴν γλῶσσαν αὐτοῦ … καὶ χείλη αὐτοῦ RP f 35 TR ¦ τὴν γλῶσσαν … καὶ χείλη TNT2 WH NA NIV SBL
*3:11
⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
*3:11
⸂ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην RP f 35 TNT2 WH NA NIV SBL ¦ ποιησάτω εἰρήνην TR
*3:12
⸂ ὀφθαλμοὶ κυρίου … καὶ ὦτα αὐτοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ οἵ ὀφθαλμοὶ κυρίου … καὶ ὦτα αὐτοῦ TR
*3:13
⸂ μιμηταὶ RP f 35 TR ¦ ζηλωταὶ TNT2 WH NA NIV SBL
*3:15
⸂ κύριον δὲ τὸν θεὸν RP f 35 TR ¦ κύριον δὲ τὸν χριστὸν TNT2 WH NA NIV SBL
*3:15
⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*3:15
⸆ – RP f 35 TR ¦ ἀλλὰ TNT2 WH NA NIV SBL
*3:16
⸂ καταλαλοῦσιν ὑμῶν RP f 35 TNT2 ¦ καταλαλῶσιν ὑμῶν TR ¦ καταλαλεῖσθε WH NA NIV SBL
*3:16
⸋ ὡς κακοποιῶν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*3:16
⸂2 τὴν ἀγαθὴν ἐν χριστῷ ἀναστροφήν RP TR TNT2 WH NA NIV SBL ¦ τῆ ἀγαθῆ ἐν χριστῷ ἀναστροφῆ f 35
*3:17
⸂ θέλοι RP f 35 TNT2 WH NA NIV SBL ¦ θέλει TR
*3:18
⸂ ἔπαθεν RP f 35 NA27+28 NIV11 SBL ¦ ἔπαθε TR ¦ ἀπέθανεν TNT2 WH NA25 NIV73
*3:18
⸂2 ὑμᾶς RP WH NA NIV SBL ¦ ἡμᾶς f 35 TR TNT2
*3:18
⸂3 μὲν σαρκί … δὲ πνεύματι RP f 35 TNT2 WH NA NIV SBL ¦ μὲν σαρκί … δὲ τῷ πνεύματι TR
*3:20
⸂ ἀπεξεδέχετο RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαξ ἐξεδέχετο TR
*3:20
⸂2 ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί RP f 35 TR ¦ ὀλίγοι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί TNT2 WH NA NIV SBL
*3:21
⸂ ἀντίτυπον νῦν καὶ ἡμᾶς RP f 35 ¦ καὶ ἡμᾶς ἀντίτυπον νῦν TR ¦ καὶ ὑμᾶς ἀντίτυπον νῦν TNT2 WH NA NIV SBL
*3:22
⸋ τοῦ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL