4
1Χριστοῦ οὖν ⸂παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε· ὅτι ὁ παθὼν ἐν σαρκί,⸃ πέπαυται ⸂2ἁμαρτίας·⸃ 2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι ⸆ θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. 3Ἀρκετὸς γὰρ ⸂ἡμῖν⸃ ὁ παρεληλυθὼς χρόνος ⸋τοῦ βίου⸌ τὸ ⸂2θέλημα⸃ τῶν ἐθνῶν ⸂3κατεργάσασθαι,⸃ πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρείαις· 4ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· 5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ⸂ἔχοντι κρῖναι⸃ ζῶντας καὶ νεκρούς. 6Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσιν μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσιν δὲ κατὰ θεὸν πνεύματι.
7Πάντων δὲ τὸ τέλος ἤγγικεν· σωφρονήσατε οὖν καὶ νήψατε εἰς ⸋τὰς⸌ προσευχάς· 8πρὸ πάντων ⸋δὲ⸌ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ⸆ ἀγάπη ⸂καλύψει⸃ πλῆθος ἁμαρτιῶν· 9φιλόξενοι εἰς ἀλλήλους ἄνευ ⸂γογγυσμῶν·⸃ 10ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· 11εἴ τις λαλεῖ, ⸂ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ὡς χορηγεῖ ὁ θεός·⸃ ἵνα ἐν πᾶσιν δοξάζηται ⸋ὁ⸌ θεὸς διὰ Ἰησοῦ χριστοῦ, ᾧ ἐστὶν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας ⸋2τῶν αἰώνων.⸌ Ἀμήν.
12Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος· 13ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ χριστοῦ παθήμασιν, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι χριστοῦ, μακάριοι· ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ᾽ ὑμᾶς ⸂ἀναπαύεται·⸃ ⸋κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.⸌ 15Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεύς, ἢ κλέπτης, ἢ κακοποιός, ἢ ὡς ἀλλοτριοεπίσκοπος· 16εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ⸂μέρει⸃ τούτῳ. 17Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; 18Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ⸆ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; 19Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ, ⸋ὡς⸌ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς ⸂αὐτῶν⸃ ἐν ἀγαθοποιΐᾳ.
Notes
*4:1
⸂ παθόντος ὑπὲρ ἡμῶν σαρκί … παθὼν ἐν σαρκί RP TR ¦ παθόντος ὑπὲρ ἡμῶν σαρκί … παθὼν σαρκί f 35 ¦ παθόντος σαρκί … παθὼν σαρκί TNT2 WH NA NIV SBL
*4:1
⸂2 ἁμαρτίας RP f 35 TR TNT2 NA NIV SBL ¦ ἁμαρτίαις WH
*4:2
⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ f 35
*4:3
⸂ ἡμῖν RP TR ¦ ὑμῖν f 35 ¦ – TNT2 WH NA NIV SBL
*4:3
⸋ τοῦ βίου RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
*4:3
⸂2 θέλημα RP f 35 TR ¦ βούλημα TNT2 WH NA NIV SBL
*4:3
⸂3 κατεργάσασθαι RP f 35 TR ¦ κατειργάσθαι TNT2 WH NA NIV SBL
*4:5
⸂ ἔχοντι κρῖναι RP f 35 TR TNT2 NA NIV SBL ¦ κρίνοντι WH
*4:7
⸋ τὰς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*4:8
⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*4:8
⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἡ f 35
*4:8
⸂ καλύψει RP TR ¦ καλύπτει f 35 TNT2 WH NA NIV SBL
*4:9
⸂ γογγυσμῶν RP f 35 TR ¦ γογγυσμοῦ TNT2 WH NA NIV SBL
*4:11
⸂ ὡς λόγια θεοῦ … ὡς ἐξ ἰσχύος ὡς χορηγεῖ ὁ θεός RP f 35 ¦ ὡς λόγια θεοῦ … ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός TR TNT2 WH NA NIV SBL
*4:11
⸋ ὁ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
*4:11
⸋2 τῶν αἰώνων RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
*4:14
⸂ ἀναπαύεται RP TR TNT2 WH NA NIV SBL ¦ ἀναπέπαυται f 35
*4:14
⸋ κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*4:16
⸂ μέρει RP f 35 TR NA28 ¦ ὀνόματι TNT2 WH NA25+27 NIV SBL
*4:18
⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ δὲ WH NA25
*4:19
⸋ ὡς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*4:19
⸂ αὐτῶν RP f 35 TNT2 NA NIV SBL ¦ ἑαυτῶν TR ¦ – WH