ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄
1Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρί, καὶ κυρίῳ Ἰησοῦ χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ⸋ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.⸌
2Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε ⸂περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι⸃ ἐπὶ τῶν προσευχῶν ἡμῶν, 3ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν· 4εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ ⸆ θεοῦ, τὴν ἐκλογὴν ὑμῶν· 5ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ⸂ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ,⸃ καθὼς οἴδατε οἷοι ἐγενήθημεν ⸋ἐν⸌ ὑμῖν δι᾽ ὑμᾶς. 6Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου, 7ὥστε γενέσθαι ὑμᾶς ⸂τύπους⸃ πᾶσιν τοῖς πιστεύουσιν ⸂2ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ. 8Ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ,⸃ ⸂ἀλλὰ καὶ⸃ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ⸉ἡμᾶς ἔχειν⸊ λαλεῖν τι. 9Αὐτοὶ γὰρ περὶ ⸂ἡμῶν⸃ ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ⸂2ἔσχομεν⸃ πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, 10καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ ⸋τῶν⸌ νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ⸂ἀπὸ⸃ τῆς ὀργῆς τῆς ἐρχομένης.

Notes


*1:1 ⸋ ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*1:2 ⸂ περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι RP f 35 TR Ead ¦ περὶ πάντων ὑμῶν, μνείαν ποιούμενοι TNT2 WH NA NIV SBL

*1:4 ⸆ – RP f 35 TR TNT2 SBL Ead ¦ τοῦ WH NA NIV

*1:5 ⸂ ἐν λόγῳ … ἐν δυνάμει … ἐν πνεύματι … ἐν πληροφορίᾳ πολλῇ RP f 35 TR TNT2 NA27+28 NIV73 Ead ¦ ἐν λόγῳ … ἐν δυνάμει … ἐν πνεύματι … πληροφορίᾳ πολλῇ WH NA25 NIV11 SBL

*1:5 ⸋ ἐν RP f 35 TR TNT2 NA NIV SBL Ead ¦ – WH

*1:7 ⸂ τύπους RP f 35 TR Ead ¦ τύπον TNT2 WH NA NIV SBL

*1:7 ⸂2 ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ … ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ RP ¦ ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ … ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ f 35 ¦ ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ … ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ TR ¦ ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ … ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ TNT2 WH NA25 NIV11 SBL Ead ¦ ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ … ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ NA27+28 NIV73

*1:8 ⸂ ἀλλὰ καὶ RP f 35 TR ¦ ἀλλ᾽ TNT2 WH NA NIV SBL ¦ ἀλλὰ Ead

*1:8 ⸉ ἡμᾶς ἔχειν RP f 35 TR ¦ ἔχειν ἡμᾶς TNT2 WH NA NIV SBL Ead

*1:9 ⸂ ἡμῶν RP TR TNT2 WH NA NIV SBL Ead ¦ ὑμῶν f 35

*1:9 ⸂2 ἔσχομεν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ ἔχομεν TR

*1:10 ⸋ τῶν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR

*1:10 ⸂ ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL Ead