5
1Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. 2Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ⸋ἡ⸌ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται· 3ὅταν ⸋γὰρ⸌ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. 4Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· 5πάντες ⸆ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· 6ἄρα οὖν μὴ καθεύδωμεν ὡς ⸋καὶ⸌ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. 7Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν. 8Ἡμεῖς δέ, ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. 9Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργήν, ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, 10τοῦ ἀποθανόντος ⸂ὑπὲρ⸃ ἡμῶν, ἵνα, ⸂2εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν,⸃ ἅμα σὺν αὐτῷ ζήσωμεν. 11Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, 13καὶ ἡγεῖσθαι αὐτοὺς ⸂ὑπερεκπερισσοῦ⸃ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ⸂2ἑαυτοῖς.⸃ 14Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. 15Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινὶ ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε ⸋καὶ⸌ εἰς ἀλλήλους καὶ εἰς πάντας. 16Πάντοτε χαίρετε· 17ἀδιαλείπτως προσεύχεσθε· 18ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. 19Τὸ πνεῦμα μὴ σβέννυτε· 20προφητείας μὴ ἐξουθενεῖτε· 21πάντα ⸋δὲ⸌ δοκιμάζετε· τὸ καλὸν κατέχετε· 22ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τηρηθείη. 24Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25Ἀδελφοί, προσεύχεσθε ⸆ περὶ ἡμῶν.
26Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. 27 ⸂Ὁρκίζω⸃ ὑμᾶς τὸν κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ⸋ἁγίοις⸌ ἀδελφοῖς.
28Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μεθ᾽ ὑμῶν. ⸋Ἀμήν.⸌
Notes
*5:2
⸋ ἡ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
*5:3
⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
*5:5
⸆ – RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead
*5:6
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
*5:10
⸂ ὑπὲρ RP f 35 TR NA27+28 NIV Ead ¦ περὶ TNT2 WH NA25 SBL
*5:10
⸂2 εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν RP TR TNT2 WH NA NIV SBL Ead ¦ εἴτε γρηγοροῦμεν εἴτε καθεύδομεν f 35
*5:13
⸂ ὑπερεκπερισσοῦ RP f 35 TR WH NA27+28 NIV SBL ¦ ὑπερεκπερισσῶς TNT2 NA25 Ead
*5:13
⸂2 ἑαυτοῖς RP f 35 TR WH NA NIV SBL Ead ¦ αὐτοῖς TNT2
*5:15
⸋ καὶ RP f 35 TR NA27+28 NIV73 Ead ¦ – TNT2 WH NA25 NIV11 SBL
*5:21
⸋ δὲ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR
*5:25
⸆ – RP f 35 TR TNT2 NIV11 SBL Ead ¦ καὶ WH NA NIV73
*5:27
⸂ Ὁρκίζω RP f 35 TR ¦ Ἐνορκίζω TNT2 WH NA NIV SBL Ead
*5:27
⸋ ἁγίοις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
*5:28
⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead