1Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. 2Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· 3 ⸂εἴγε⸃ καὶ ⸂2ἐνδυσάμενοι⸃ οὐ γυμνοὶ εὑρεθησόμεθα. 4Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· ⸂ἐφ᾽ ᾧ⸃ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 5Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ ⸋καὶ⸌ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος. 6Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου— 7διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους— 8θαρροῦμεν δέ, καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον. 9Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. 10Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε ⸂κακόν.⸃
11Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12Οὐ ⸋γὰρ⸌ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ ⸂οὐ⸃ ⸆ καρδίᾳ. 13Εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14Ἡ γὰρ ἀγάπη τοῦ χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι ⸋εἰ⸌ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· 15καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ⸂αὐτῶν⸃ ἀποθανόντι καὶ ἐγερθέντι. 16Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ ⸋δὲ⸌ καὶ ἐγνώκαμεν κατὰ σάρκα χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 17Ὥστε εἴ τις ἐν χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονεν καινὰ ⸋τὰ πάντα.⸌ 18Τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ ⸂Ἰησοῦ χριστοῦ,⸃ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς· 19ὡς ὅτι θεὸς ἦν ἐν χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ⸋ἐν⸌ ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
20Ὑπὲρ χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ χριστοῦ, καταλλάγητε τῷ θεῷ. 21Τὸν ⸋γὰρ⸌ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς ⸂γενώμεθα⸃ δικαιοσύνη θεοῦ ἐν αὐτῷ.

Notes


*5:3 ⸂ εἴγε RP f 35 TR WH NA NIV SBL ¦ εἴ περ TNT2

*5:3 ⸂2 ἐνδυσάμενοι RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ ἐκδυσάμενοι NA27+28

*5:4 ⸂ ἐφ᾽ ᾧ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπειδή TR

*5:5 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:10 ⸂ κακόν RP f 35 TR ¦ φαῦλον TNT2 WH NA NIV SBL

*5:12 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:12 ⸂ οὐ RP f 35 TR ¦ μὴ TNT2 WH NA NIV SBL

*5:12 ⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL

*5:14 ⸋ εἰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:15 ⸂ αὐτῶν RP TR TNT2 WH NA NIV SBL ¦ παντών f 35

*5:16 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:17 ⸋ τὰ πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:18 ⸂ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ TNT2 WH NA NIV SBL

*5:19 ⸋ ἐν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*5:21 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*5:21 ⸂ γενώμεθα RP f 35 TNT2 WH NA NIV SBL ¦ γινώμεθα TR