12
1Καυχᾶσθαι ⸂δὴ⸃ οὐ ⸂2συμφέρει μοι·⸃ ἐλεύσομαι ⸂3γὰρ⸃ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. 2Οἶδα ἄνθρωπον ἐν χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων—εἴτε ἐν σώματι οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ θεὸς οἶδεν—ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον—εἴτε ἐν σώματι, εἴτε ⸂ἐκτὸς⸃ τοῦ σώματος, οὐκ οἶδα· ὁ θεὸς οἶδεν— 4ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις ⸋μου·⸌ 6ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει ⸋τι⸌ ἐξ ἐμοῦ. 7Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ⸆ ⸂ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.⸃ 8Ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ. 9Καὶ εἴρηκέν μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς ⸋μου⸌ ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις ⸋2μου,⸌ ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ χριστοῦ. 10Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ⸆ ⸋ἐν⸌ στενοχωρίαις, ὑπὲρ χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11Γέγονα ἄφρων ⸋καυχώμενος·⸌ ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ᾽ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. 12Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ⸋ἐν⸌ σημείοις ⸆ καὶ τέρασιν καὶ δυνάμεσιν. 13Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14Ἰδού, τρίτον ⸆ ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ⸋ὑμῶν·⸌ οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλ᾽ οἱ γονεῖς τοῖς τέκνοις. 15Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ ⸋καὶ⸌ περισσοτέρως ὑμᾶς ⸂ἀγαπῶν,⸃ ἧττον ἀγαπῶμαι. 16Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλ᾽ ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. 17Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19 ⸂Πάλιν⸃ δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; ⸂2Κατενώπιον⸃ ⸋τοῦ⸌ θεοῦ ἐν χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. 20Φοβοῦμαι γάρ, μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως ⸂ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι·⸃ 21μὴ πάλιν ⸂ἐλθόντα με⸃ ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
Notes
*12:1
⸂ δὴ RP f 35 TR ¦ δεῖ TNT2 WH NA NIV SBL
*12:1
⸂2 συμφέρει μοι RP f 35 TR ¦ συμφέρον μέν TNT2 WH NA NIV SBL
*12:1
⸂3 γὰρ RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
*12:3
⸂ ἐκτὸς RP f 35 TR ¦ χωρὶς TNT2 WH NA NIV SBL
*12:5
⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*12:6
⸋ τι RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11
*12:7
⸆ – RP f 35 TR ¦ διὸ TNT2 WH NA NIV SBL
*12:7
⸂ ἵνα μὴ ὑπεραίρωμαι … ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. RP f 35 TR WH NA NIV SBL ¦ ἵνα μὴ ὑπεραίρωμαι … ἵνα με κολαφίζῃ. TNT2
*12:9
⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*12:9
⸋2 μου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*12:10
⸆ – RP f 35 TR TNT2 ¦ καὶ WH NA NIV SBL
*12:10
⸋ ἐν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*12:11
⸋ καυχώμενος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*12:12
⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*12:12
⸆ – RP f 35 TR TNT2 ¦ τε WH NA NIV SBL
*12:14
⸆ – RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL
*12:14
⸋ ὑμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*12:15
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*12:15
⸂ ἀγαπῶν RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ ἀγαπῶ WH NA25 NIV11
*12:19
⸂ Πάλιν RP f 35 TR ¦ Πάλαι TNT2 WH NA NIV SBL
*12:19
⸂2 Κατενώπιον RP f 35 TR ¦ Κατέναντι TNT2 WH NA NIV SBL
*12:19
⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*12:20
⸂ ἔρεις, ζῆλοι, … ἀκαταστασίαι RP TR ¦ ἔρις, ζῆλοι, … ἀκαταστασίαι f 35 ¦ ἔρεις, ζῆλος, … ἀκαταστασίαι TNT2 ¦ ἔρις, ζῆλος, … ἀκαταστασίαι WH NA NIV SBL
*12:21
⸂ ἐλθόντα με RP ¦ ἐλθόντα με ταπεινώσῃ f 35 TR ¦ ἐλθόντος μου ταπεινώσει με TNT2 ¦ ἐλθόντος μου ταπεινώσῃ με WH NA NIV SBL