1
ΙΩΑΝΝΟΥ Β΄
1Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 3ἔσται μεθ᾽ ⸂ἡμῶν⸃ χάρις, ἔλεος, εἰρήνη παρὰ θεοῦ πατρός, καὶ παρὰ ⸂2κυρίου Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός,⸃ ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 5Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν ⸂γράφων σοι καινήν,⸃ ἀλλὰ ἣν εἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 6Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη ⸉ἐστὶν ἡ ἐντολή,⸊ καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 7Ὅτι πολλοὶ πλάνοι ⸂εἰσῆλθον εἰς⸃ τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 8Βλέπετε ἑαυτούς, ⸂ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.⸃ 9Πᾶς ὁ ⸂παραβαίνων⸃ καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ χριστοῦ, θεὸν οὐκ ἔχει· ὁ ⸆ μένων ἐν τῇ διδαχῇ ⸋τοῦ χριστοῦ,⸌ οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 10Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11ὁ ⸉γὰρ λέγων⸊ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· ἀλλὰ ἐλπίζω ⸂ἐλθεῖν⸃ πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ⸂2ἡμῶν⸃ ⸉ᾖ πεπληρωμένη.⸊
13Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. ⸋Ἀμήν.⸌
Notes
*1:3
⸂ ἡμῶν RP TR TNT2 WH NA NIV SBL ¦ ὑμῶν f 35
*1:3
⸂2 κυρίου Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός RP f 35 TR ¦ Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός TNT2 WH NA NIV SBL
*1:5
⸂ γράφων σοι καινήν RP f 35 WH NA25+28 ¦ γράφω σοι καινήν TR ¦ καινήν γράφων σοι TNT2 NA27 NIV SBL
*1:6
⸉ ἐστὶν ἡ ἐντολή RP f 35 TR ¦ ἡ ἐντολή ἐστὶν TNT2 WH NA NIV SBL
*1:7
⸂ εἰσῆλθον εἰς RP f 35 TR ¦ ἐξῆλθαν εἰς TNT2 WH ¦ ἐξῆλθον εἰς NA NIV SBL
*1:8
⸂ ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ … ἀπολάβωμεν. RP f 35 TR ¦ ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ἀλλὰ … ἀπολάβητε TNT2 NIV73 ¦ ἵνα μὴ ἀπολέσητε ἃ εἰργασάμεθα, ἀλλὰ … ἀπολάβητε WH NA NIV11 SBL
*1:9
⸂ παραβαίνων RP f 35 TR ¦ προάγων TNT2 WH NA NIV SBL
*1:9
⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ δὲ f 35
*1:9
⸋ τοῦ χριστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*1:11
⸉ γὰρ λέγων RP f 35 TR ¦ λέγων γὰρ TNT2 WH NA NIV SBL
*1:12
⸂ ἐλθεῖν RP f 35 TR ¦ γενέσθαι TNT2 WH NA NIV SBL
*1:12
⸂2 ἡμῶν RP f 35 TR NA NIV ¦ ὑμῶν TNT2 WH SBL
*1:12
⸉ ᾖ πεπληρωμένη RP f 35 TR TNT2 NA28 ¦ πεπληρωμένη ᾖ WH NA25+27 NIV SBL
*1:13
⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL