1Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. 2Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, 3ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, 4προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, 5ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. 6Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ ⸂αἰχμαλωτεύοντες⸃ ⸆ γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, 7πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. 8Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. 9Ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. 10Σὺ δὲ ⸂παρηκολούθηκάς⸃ μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. 12Καὶ πάντες δὲ οἱ θέλοντες ⸉εὐσεβῶς ζῇν⸊ ἐν χριστῷ Ἰησοῦ διωχθήσονται. 13Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14Σὺ δὲ μένε ἐν ⸂οἷς ἔμαθες καὶ ἐπιστώθης,⸃ εἰδὼς παρὰ ⸂2τίνος⸃ ἔμαθες, 15καὶ ὅτι ἀπὸ βρέφους ⸋τὰ⸌ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν χριστῷ Ἰησοῦ. 16Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· 17ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

Notes


*3:6 ⸂ αἰχμαλωτεύοντες RP TR ¦ αἰχμαλωτίζοντες f 35 TNT2 WH NA NIV SBL

*3:6 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ TR

*3:10 ⸂ παρηκολούθηκάς RP f 35 TR ¦ παρηκολούθησάς TNT2 WH NA NIV SBL

*3:12 ⸉ εὐσεβῶς ζῇν RP f 35 TR NA27+28 NIV ¦ ζῇν εὐσεβῶς TNT2 WH NA25 SBL

*3:14 ⸂ οἷς ἔμαθες καὶ ἐπιστώθης RP TR TNT2 WH NA NIV SBL ¦ οἷς ἔμαθες καὶ οἷς ἐπιστώθης f 35

*3:14 ⸂2 τίνος RP f 35 TR ¦ τίνων TNT2 WH NA NIV SBL

*3:15 ⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL