9
1Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, 2ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· ⸂καὶ ἐξαίφνης⸃ ⸉περιήστραψεν αὐτὸν⸊ φῶς ⸂2ἀπὸ⸃ τοῦ οὐρανοῦ· 4καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις; 5Εἶπεν δέ, Τίς εἶ, κύριε; ⸂Ὁ δὲ κύριος εἶπεν,⸃ Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ⸆ 6 ⸂ἀλλὰ⸃ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ⸂2τί⸃ σε δεῖ ποιεῖν. 7Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. 8Ἠγέρθη δὲ ⸋ὁ⸌ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων ⸂τε⸃ τῶν ὀφθαλμῶν αὐτοῦ, ⸂2οὐδένα⸃ ἔβλεπεν, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ⸉ὁ κύριος ἐν ὁράματι,⸊ Ἀνανία. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, κύριε. 11Ὁ δὲ κύριος πρὸς αὐτόν, ⸂Ἀναστὰς⸃ πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12καὶ εἶδεν ⸉ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν⸊ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸂χεῖρα,⸃ ὅπως ἀναβλέψῃ. 13Ἀπεκρίθη δὲ ⸆ Ἀνανίας, Κύριε, ⸂ἀκήκοα⸃ ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ⸉ἐποίησεν τοῖς ἁγίοις σου⸊ ἐν Ἱερουσαλήμ· 14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15Εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ⸉μοι ἐστὶν⸊ οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ⸂ἐθνῶν καὶ βασιλέων, υἱῶν τε⸃ Ἰσραήλ· 16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν, Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ⸆ ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. 18Καὶ εὐθέως ἀπέπεσον ⸉ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ⸊ ⸂ὡσεὶ⸃ λεπίδες, ἀνέβλεψέν τε ⸆ καὶ ἀναστὰς ἐβαπτίσθη, 19καὶ λαβὼν τροφὴν ⸂ἐνίσχυσεν.⸃
Ἐγένετο δὲ ⸋ὁ Σαῦλος⸌ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. 20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν ⸂τὸν χριστόν,⸃ ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. 21Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ⸂ἐν⸃ Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ⸂2ἐλήλυθεν⸃ ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν ⸋τοὺς⸌ Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. ⸂Παρετήρουν⸃ ⸂2τε⸃ τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσιν· 25λαβόντες δὲ ⸋αὐτὸν⸌ οἱ μαθηταὶ ⸆ νυκτός, ⸂καθῆκαν διὰ τοῦ τείχους,⸃ χαλάσαντες ἐν σπυρίδι.
26Παραγενόμενος δὲ ⸋ὁ Σαῦλος⸌ ⸂ἐν⸃ Ἱερουσαλήμ, ⸂2ἐπειρᾶτο⸃ κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. 27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸂τοῦ Ἰησοῦ.⸃ 28Καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος ⸆ ⸂εἰς⸃ Ἱερουσαλήμ, ⸋καὶ⸌ παρρησιαζόμενος ἐν τῷ ὀνόματι ⸂2τοῦ κυρίου Ἰησοῦ,⸃ 29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ⸉αὐτὸν ἀνελεῖν.⸊ 30Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν ⸋αὐτὸν⸌ εἰς Ταρσόν. 31 ⸂Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο.⸃
32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. 33Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ⸉Αἰνέαν ὀνόματι,⸊ ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸂κραββάτῳ,⸃ ὃς ἦν παραλελυμένος. 34Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε ⸂Ἰησοῦς ὁ χριστός·⸃ ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. 35Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ⸉ἀγαθῶν ἔργων⸊ καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ⸂αὐτὴν ἔθηκαν⸃ ἐν ⸆ ὑπερῴῳ. 38Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν ⸆ πρὸς αὐτόν, παρακαλοῦντες μὴ ⸂ὀκνῆσαι⸃ διελθεῖν ἕως ⸂2αὐτῶν.⸃ 39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς. 40Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος ⸆ θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπεν, Ταβηθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισεν. 41Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. 42Γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης ⸋τῆς⸌ Ἰόππης, καὶ ⸉πολλοὶ ἐπίστευσαν⸊ ἐπὶ τὸν κύριον. 43Ἐγένετο δὲ ⸂ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν⸃ ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Notes
*9:3
⸂ καὶ ἐξαίφνης RP f 35 TR ¦ ἐξαίφνης τε TNT2 NA NIV SBL ¦ ἐξέφνης τε WH
*9:3
⸉ περιήστραψεν αὐτὸν RP f 35 TR ¦ αὐτὸν περιήστραψεν TNT2 WH NA NIV SBL
*9:3
⸂2 ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL
*9:5
⸂ Ὁ δὲ κύριος εἶπεν RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL
*9:5
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ σκληρόν σοι πρὸς κέντρα λακτίζειν. TR
*9:6
⸂ ἀλλὰ RP f 35 TNT2 WH NA25+27 NIV SBL ¦ τρέμων τε καὶ θαμβῶν εἶπε, Κύριε, τί με θέλεις ποιῆσαι; Καὶ ὁ κύριος πρὸς αὐτόν TR ¦ ἀλλ᾽ NA28
*9:6
⸂2 τί RP f 35 TR ¦ ὅ τί TNT2 NA NIV SBL ¦ ὅτι WH
*9:8
⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:8
⸂ τε RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL
*9:8
⸂2 οὐδένα RP f 35 TR ¦ οὐδὲν TNT2 WH NA NIV SBL
*9:10
⸉ ὁ κύριος ἐν ὁράματι RP f 35 TR ¦ ἐν ὁράματι ὁ κύριος TNT2 WH NA NIV SBL
*9:11
⸂ Ἀναστὰς RP f 35 TR TNT2 NA NIV SBL ¦ Ἀνάστα WH
*9:12
⸉ ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν RP TR ¦ ἐν ὁράματι ἄνδρα Ἀνανίαν ὀνόματι f 35 ¦ ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι TNT2 WH NA NIV SBL
*9:12
⸂ χεῖρα RP f 35 TR ¦ χεῖρας TNT2 NA25 SBL ¦ τὰς χεῖρας WH NA27+28 NIV
*9:13
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
*9:13
⸂ ἀκήκοα RP f 35 TR ¦ ἤκουσα TNT2 WH NA NIV SBL
*9:13
⸉ ἐποίησεν τοῖς ἁγίοις σου RP f 35 ¦ ἐποίησε τοῖς ἁγίοις σου TR ¦ τοῖς ἁγίοις σου ἐποίησεν TNT2 WH NA NIV SBL
*9:15
⸉ μοι ἐστὶν RP f 35 TR ¦ ἐστὶν μοι TNT2 WH NA NIV SBL
*9:15
⸂ ἐθνῶν καὶ βασιλέων, υἱῶν τε RP f 35 TR ¦ ἐθνῶν τε καὶ βασιλέων, υἱῶν τε TNT2 NA27+28 NIV SBL ¦ τῶν ἐθνῶν τε καὶ βασιλέων, υἱῶν τε WH NA25
*9:17
⸆ – RP f 35 ¦ Ἰησοῦς TR TNT2 WH NA NIV SBL
*9:18
⸉ ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν TNT2 WH NA NIV SBL
*9:18
⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL
*9:18
⸆ – RP TNT2 WH NA NIV SBL ¦ παραχρῆμα f 35 TR
*9:19
⸂ ἐνίσχυσεν RP f 35 TR TNT2 NA NIV SBL ¦ ἐνισχύθη WH
*9:19
⸋ ὁ Σαῦλος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:20
⸂ τὸν χριστόν RP TR ¦ τὸν Ἰησοῦν f 35 TNT2 WH NA NIV SBL
*9:21
⸂ ἐν RP f 35 TR TNT2 WH SBL ¦ εἰς NA NIV
*9:21
⸂2 ἐλήλυθεν RP f 35 ¦ ἐληλύθει TR TNT2 WH NA NIV SBL
*9:22
⸋ τοὺς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*9:24
⸂ Παρετήρουν RP f 35 TR ¦ Παρετηροῦντο TNT2 WH NA NIV SBL
*9:24
⸂2 τε RP f 35 TR ¦ δὲ καὶ TNT2 WH NA NIV SBL
*9:25
⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:25
⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL
*9:25
⸂ καθῆκαν διὰ τοῦ τείχους RP f 35 TR ¦ διὰ τοῦ τείχους καθῆκαν αὐτὸν TNT2 WH NA NIV SBL
*9:26
⸋ ὁ Σαῦλος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:26
⸂ ἐν RP f 35 ¦ εἰς TR TNT2 WH NA NIV SBL
*9:26
⸂2 ἐπειρᾶτο RP f 35 TR ¦ ἐπείραζεν TNT2 WH NA NIV SBL
*9:27
⸂ τοῦ Ἰησοῦ RP TR NA27+28 NIV SBL ¦ τοῦ κυρίου Ἰησοῦ f 35 ¦ Ἰησοῦ TNT2 WH NA25
*9:28
⸆ – RP ¦ καὶ ἐκπορευόμενος f 35 TR TNT2 WH NA NIV SBL
*9:28
⸂ εἰς RP TNT2 WH NA NIV SBL ¦ ἐν f 35 TR
*9:28
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:28
⸂2 τοῦ κυρίου Ἰησοῦ RP TR ¦ τοῦ Ἰησοῦ f 35 ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL
*9:29
⸉ αὐτὸν ἀνελεῖν RP TR ¦ ἀνελεῖν αὐτὸν f 35 TNT2 WH NA NIV SBL
*9:30
⸋ αὐτὸν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
*9:31
⸂ Αἱ … ἐκκλησίαι … εἶχον … οἰκοδομούμεναι … πορευόμεναι … ἐπληθύνοντο. RP f 35 TR ¦ Ἡ … ἐκκλησία … εἶχεν … οἰκοδομουμένη … πορευομένη … ἐπληθύνετο. TNT2 WH NA NIV SBL
*9:33
⸉ Αἰνέαν ὀνόματι RP f 35 TR ¦ ὀνόματι Αἰνέαν TNT2 WH NA NIV SBL
*9:33
⸂ κραββάτῳ RP f 35 TR ¦ κραβάττου TNT2 WH NA27+28 NIV SBL ¦ κραβάτου NA25
*9:34
⸂ Ἰησοῦς ὁ χριστός RP f 35 TR ¦ Ἰησοῦς χριστός TNT2 WH NA NIV SBL
*9:36
⸉ ἀγαθῶν ἔργων RP f 35 TR ¦ ἔργων ἀγαθῶν TNT2 WH NA NIV SBL
*9:37
⸂ αὐτὴν ἔθηκαν RP f 35 TR ¦ ἔθηκαν αὐτὴν TNT2 NA27+28 NIV SBL ¦ ἔθηκαν WH NA25
*9:37
⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τῶ f 35
*9:38
⸆ – RP f 35 ¦ δύο ἄνδρας TR TNT2 WH NA NIV SBL
*9:38
⸂ ὀκνῆσαι RP f 35 TR ¦ ὀκνήσῃς TNT2 WH NA NIV SBL
*9:38
⸂2 αὐτῶν RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL
*9:40
⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
*9:42
⸋ τῆς RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
*9:42
⸉ πολλοὶ ἐπίστευσαν RP f 35 TR ¦ ἐπίστευσαν πολλοὶ TNT2 WH NA NIV SBL
*9:43
⸂ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν RP TR TNT2 ¦ αὐτὸν ἡμέρας ἱκανὰς μεῖναι f 35 ¦ ἡμέρας ἱκανὰς μεῖναι WH NA NIV SBL