1Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾽ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· 2καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. 3Ἀναφανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ ⸂κατήχθημεν⸃ εἰς Τύρον· ἐκεῖσε γὰρ ⸉ἦν τὸ πλοῖον⸊ ἀποφορτιζόμενον τὸν γόμον. 4 ⸂Καὶ ἀνευρόντες⸃ ⸆ μαθητάς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος, μὴ ⸂2ἀναβαίνειν⸃ εἰς Ἱερουσαλήμ. 5Ὅτε δὲ ἐγένετο ⸉ἡμᾶς ἐξαρτίσαι⸊ τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶν καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως· καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν ⸂προσηυξάμεθα. 6Καὶ ἀσπασάμενοι ἀλλήλους,⸃ ⸂ἐπέβημεν⸃ εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
7Ἡμεῖς δέ, τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾽ αὐτοῖς. 8Τῇ δὲ ἐπαύριον ἐξελθόντες ⸂οἱ περὶ τὸν Παῦλον ἦλθον⸃ εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ⸆ ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾽ αὐτῷ. 9Τούτῳ δὲ ἦσαν θυγατέρες ⸉παρθένοι τέσσαρες⸊ προφητεύουσαι. 10Ἐπιμενόντων δὲ ⸋ἡμῶν⸌ ἡμέρας πλείους, κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος. 11Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ⸂τε αὐτοῦ⸃ ⸉τοὺς πόδας καὶ τὰς χεῖρας⸊ εἶπεν, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 12Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. 13 ⸂Ἀπεκρίθη τε⸃ ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ. 14Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, ⸉Τὸ θέλημα τοῦ κυρίου⸊ ⸂γενέσθω.⸃
15Μετὰ δὲ τὰς ἡμέρας ταύτας ⸂ἐπισκευασάμενοι⸃ ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ. 16Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
17Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ⸂ἐδέξαντο⸃ ἡμᾶς οἱ ἀδελφοί. 18Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. 19Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθ᾽ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. 20Οἱ δὲ ἀκούσαντες ἐδόξαζον ⸂τὸν κύριον,⸃ ⸂2εἰπόντες⸃ αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ⸂3Ἰουδαίων⸃ τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· 21κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. 22Τί οὖν ἐστιν; Πάντως ⸂δεῖ πλῆθος συνελθεῖν·⸃ ἀκούσονται ⸋γὰρ⸌ ὅτι ἐλήλυθας. 23Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ⸂ἐφ᾽⸃ ἑαυτῶν· 24τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς, ἵνα ⸂ξυρήσωνται⸃ τὴν κεφαλήν, καὶ ⸂2γνῶσιν⸃ πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς ⸉τὸν νόμον φυλάσσων.⸊ 25Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ⸂ἐπεστείλαμεν,⸃ κρίναντες ⸋μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ⸌ φυλάσσεσθαι αὐτοὺς ⸂2τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.⸃ 26Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
27Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον ⸉τὰς χεῖρας ἐπ᾽ αὐτόν,⸊ 28κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. 29Ἦσαν γὰρ ⸂ἑωρακότες⸃ Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31Ζητούντων ⸂δὲ⸃ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη ⸂2συγκέχυται⸃ Ἱερουσαλήμ· 32ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ᾽ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. 33 ⸂Ἐγγίσας δὲ⸃ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσιν δυσίν· καὶ ἐπυνθάνετο τίς ⸋ἂν⸌ εἴη, καὶ τί ἐστιν πεποιηκώς. 34Ἄλλοι δὲ ἄλλο τι ⸂ἐβόων⸃ ἐν τῷ ὄχλῳ· μὴ ⸂2δυνάμενος δὲ⸃ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. 35Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου. 36Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ ⸂κρᾶζον,⸃ Αἶρε αὐτόν.
37Μέλλων ⸂τε⸃ ⸉εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν⸊ ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστίν μοι εἰπεῖν ⸆ πρός σε; Ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις; 38Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; 39Εἶπεν δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. 40Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, ⸂προσεφώνει⸃ τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,

Notes


*21:3 ⸂ κατήχθημεν RP f 35 TR ¦ κατήλθομεν TNT2 WH NA NIV SBL

*21:3 ⸉ ἦν τὸ πλοῖον RP f 35 TR ¦ τὸ πλοῖον ἦν TNT2 WH NA NIV SBL

*21:4 ⸂ Καὶ ἀνευρόντες RP f 35 TR ¦ Ἀνευρόντες δὲ TNT2 WH NA NIV SBL

*21:4 ⸆ – RP f 35 ¦ τοὺς TR TNT2 WH NA NIV SBL

*21:4 ⸂2 ἀναβαίνειν RP f 35 TR ¦ ἐπιβαίνειν TNT2 WH NA NIV SBL

*21:5 ⸉ ἡμᾶς ἐξαρτίσαι RP f 35 TR NA27+28 NIV ¦ ἐξαρτίσαι ἡμᾶς TNT2 WH NA25 SBL

*21:5 ⸂ προσηυξάμεθα. Καὶ ἀσπασάμενοι ἀλλήλους RP f 35 TR ¦ προσευξάμενοι, ἀπησπασάμεθα ἀλλήλους, καὶ TNT2 WH NA NIV SBL

*21:6 ⸂ ἐπέβημεν RP f 35 TR ¦ ἐνέβημεν TNT2 WH NA25 SBL ¦ ἀνέβημεν NA27+28 NIV

*21:8 ⸂ οἱ περὶ τὸν Παῦλον ἦλθον RP TR ¦ ἤλθομεν f 35 NA NIV SBL ¦ ἤλθαμεν TNT2 WH

*21:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR

*21:9 ⸉ παρθένοι τέσσαρες RP f 35 TR ¦ τέσσαρες παρθένοι TNT2 WH NA NIV SBL

*21:10 ⸋ ἡμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:11 ⸂ τε αὐτοῦ RP f 35 TR ¦ ἑαυτοῦ TNT2 WH NA NIV SBL

*21:11 ⸉ τοὺς πόδας καὶ τὰς χεῖρας RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰς χεῖρας καὶ τοὺς πόδας TR

*21:13 ⸂ Ἀπεκρίθη τε RP f 35 ¦ Ἀπεκρίθη δὲ TR ¦ Τότε ἀπεκρίθη TNT2 WH NA NIV SBL

*21:14 ⸉ Τὸ θέλημα τοῦ κυρίου RP f 35 TR ¦ Τοῦ κυρίου τὸ θέλημα TNT2 WH NA NIV SBL

*21:14 ⸂ γενέσθω RP f 35 TR ¦ γινέσθω TNT2 WH NA NIV SBL

*21:15 ⸂ ἐπισκευασάμενοι RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀποσκευασάμενοι TR

*21:17 ⸂ ἐδέξαντο RP f 35 TR ¦ ἀπεδέξαντο TNT2 WH NA NIV SBL

*21:20 ⸂ τὸν κύριον RP f 35 TR ¦ τὸν θεὸν TNT2 WH NA NIV SBL

*21:20 ⸂2 εἰπόντες RP f 35 ¦ εἶπόν τε TR NA27+28 NIV SBL ¦ εἶπάν τε TNT2 WH NA25

*21:20 ⸂3 Ἰουδαίων RP f 35 TR ¦ ἐν τοῖς Ἰουδαίοις TNT2 WH NA NIV SBL

*21:22 ⸂ δεῖ πλῆθος συνελθεῖν RP f 35 TR ¦ ἀκούσονται TNT2 WH NA NIV SBL

*21:22 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:23 ⸂ ἐφ᾽ RP f 35 TR TNT2 NA NIV ¦ ἀφ᾽ WH SBL

*21:24 ⸂ ξυρήσωνται RP f 35 TR ¦ ξυρήσονται TNT2 WH NA NIV SBL

*21:24 ⸂2 γνῶσιν RP f 35 ¦ γνῶσι TR ¦ γνώσονται TNT2 WH NA NIV SBL

*21:24 ⸉ τὸν νόμον φυλάσσων RP f 35 TR ¦ φυλάσσων τὸν νόμον TNT2 WH NA NIV SBL

*21:25 ⸂ ἐπεστείλαμεν RP f 35 TR NA NIV ¦ ἀπεστείλαμεν TNT2 WH SBL

*21:25 ⸋ μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:25 ⸂2 τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν RP f 35 TR ¦ τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν TNT2 WH NA NIV SBL

*21:27 ⸉ τὰς χεῖρας ἐπ᾽ αὐτόν RP TR ¦ ἐπ᾽ αὐτόν τὰς χεῖρας f 35 TNT2 WH NA NIV SBL

*21:29 ⸂ ἑωρακότες RP f 35 ¦ προεωρακότες TR TNT2 WH NA NIV SBL

*21:31 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL

*21:31 ⸂2 συγκέχυται RP f 35 TR ¦ συγχύννεται TNT2 NA NIV SBL ¦ συνχύννεται WH

*21:33 ⸂ Ἐγγίσας δὲ RP f 35 ¦ Τότε ἐγγίσας TR TNT2 WH NA NIV SBL

*21:33 ⸋ ἂν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:34 ⸂ ἐβόων RP f 35 TR ¦ ἐπεφώνουν TNT2 WH NA NIV SBL

*21:34 ⸂2 δυνάμενος δὲ RP f 35 TR ¦ δυναμένου δὲ αὐτοῦ TNT2 WH NA NIV SBL

*21:36 ⸂ κρᾶζον RP f 35 TR ¦ κράζοντες TNT2 WH NA NIV SBL

*21:37 ⸂ τε RP TR TNT2 WH NA NIV SBL ¦ δὲ f 35

*21:37 ⸉ εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν RP TR TNT2 WH NA NIV SBL ¦ εἰς τὴν παρεμβολὴν εἰσάγεσθαι f 35

*21:37 ⸆ – RP f 35 ¦ τι TR TNT2 WH NA NIV SBL

*21:40 ⸂ προσεφώνει RP f 35 ¦ προσεφώνησε TR ¦ προσεφώνησεν TNT2 WH NA NIV SBL