1Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας. 2Ἐνεφάνισαν ⸂δὲ⸃ αὐτῷ ⸂2ὁ ἀρχιερεὺς⸃ καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν, 3αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 4Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον ⸂ἐν Καισαρείᾳ,⸃ ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι. 5 ⸉Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησίν,⸊ συγκαταβάντες, εἴ τι ἐστὶν ἐν τῷ ἀνδρὶ ⸂τούτῳ,⸃ κατηγορείτωσαν αὐτοῦ.
6Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας ⸂πλείους ἢ δέκα,⸃ καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. 7Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν ⸆ οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα ⸂φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 8ἀπολογουμένου αὐτοῦ⸃ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. 9Ὁ Φῆστος δὲ ⸉τοῖς Ἰουδαίοις θέλων⸊ χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, Θέλεις εἰς Ἱεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων ⸂κρίνεσθαι⸃ ⸂2ἐπ᾽⸃ ἐμοῦ; 10Εἶπεν δὲ ὁ Παῦλος, ⸉Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς⸊ εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11Εἰ μὲν ⸂γὰρ⸃ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. 12Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.
13Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν, ἀσπασάμενοι τὸν Φῆστον. 14Ὡς δὲ πλείους ἡμέρας ⸂διέτριβεν⸃ ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι ⸂κατ᾽ αὐτοῦ δίκην.⸃ 16Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον ⸋εἰς ἀπώλειαν,⸌ πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 17Συνελθόντων οὖν ⸋αὐτῶν⸌ ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ⸂ἐπέφερον⸃ ὧν ⸉ὑπενόουν ἐγώ,⸊ 19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν. 20Ἀπορούμενος δὲ ἐγὼ ⸂τὴν περὶ⸃ ⸂2τούτου⸃ ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων. 21Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ ⸂πέμψω⸃ αὐτὸν πρὸς Καίσαρα. 22Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ⸋ἔφη,⸌ Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ⸋2Ὁ δέ,⸌ Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
23Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε ⸂τοῖς χιλιάρχοις καὶ ἀνδράσιν⸃ τοῖς κατ᾽ ἐξοχὴν ⸂2οὖσιν⸃ τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος. 24Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ⸂πᾶν⸃ τὸ πλῆθος τῶν Ἰουδαίων ⸂2ἐνέτυχόν⸃ μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ⸂3ἐπιβοῶντες⸃ μὴ δεῖν ⸉ζῇν αὐτὸν⸊ μηκέτι. 25Ἐγὼ δὲ ⸂καταλαβόμενος⸃ μηδὲν ἄξιον ⸉θανάτου αὐτὸν⸊ πεπραχέναι, ⸋καὶ⸌ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν ⸋2αὐτόν.⸌ 26Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τι ⸂γράψαι.⸃ 27Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.

Notes


*25:2 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL

*25:2 ⸂2 ὁ ἀρχιερεὺς RP TR ¦ οἱ ἀρχιερεῖς f 35 TNT2 WH NA NIV SBL

*25:4 ⸂ ἐν Καισαρείᾳ RP f 35 TR ¦ εἰς Καισάρειαν TNT2 NA NIV SBL ¦ εἰς Καισαρίαν WH

*25:5 ⸉ Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησίν RP f 35 ¦ Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησί TR ¦ Οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ TNT2 WH NA NIV SBL

*25:5 ⸂ τούτῳ RP f 35 TR ¦ ἄτοπον TNT2 WH NA NIV SBL

*25:6 ⸂ πλείους ἢ δέκα RP f 35 TR ¦ οὐ πλείους ὀκτὼ ἢ δέκα TNT2 WH NA NIV11 SBL ¦ ὀκτὼ ἢ δέκα NIV73

*25:7 ⸆ – RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL

*25:7 ⸂ φέροντες κατὰ τοῦ Παύλου … ἀπολογουμένου αὐτοῦ RP f 35 TR ¦ καταφέροντες … τοῦ Παύλου ἀπολογουμένου TNT2 WH NA NIV SBL

*25:9 ⸉ τοῖς Ἰουδαίοις θέλων RP f 35 TR ¦ θέλων τοῖς Ἰουδαίοις TNT2 WH NA NIV SBL

*25:9 ⸂ κρίνεσθαι RP f 35 TR ¦ κριθῆναι TNT2 WH NA NIV SBL

*25:9 ⸂2 ἐπ᾽ RP TR TNT2 WH NA NIV SBL ¦ υπ᾽ f 35

*25:10 ⸉ Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός WH NA25

*25:11 ⸂ γὰρ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL

*25:14 ⸂ διέτριβεν RP ¦ διέτριβον f 35 TR TNT2 WH NA NIV SBL

*25:15 ⸂ κατ᾽ αὐτοῦ δίκην RP f 35 TR ¦ κατ᾽ αὐτοῦ καταδίκην TNT2 WH NA NIV SBL

*25:16 ⸋ εἰς ἀπώλειαν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*25:17 ⸋ αὐτῶν RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL

*25:18 ⸂ ἐπέφερον RP f 35 TR ¦ ἔφερον TNT2 WH NA NIV SBL

*25:18 ⸉ ὑπενόουν ἐγώ RP f 35 TR ¦ ἐγώ ὑπενόουν TNT2 WH NA NIV SBL

*25:18 ⸆ – RP f 35 TR ¦ πονηρῶν TNT2 WH NA NIV SBL

*25:20 ⸂ τὴν περὶ RP TNT2 WH NA NIV SBL ¦ περὶ τὴν f 35 ¦ εἰς τὴν περὶ TR

*25:20 ⸂2 τούτου RP TR ¦ τούτων f 35 TNT2 WH NA NIV SBL

*25:21 ⸂ πέμψω RP f 35 TR ¦ ἀναπέμψω TNT2 WH NA NIV SBL

*25:22 ⸋ ἔφη RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*25:22 ⸋2 Ὁ δέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*25:23 ⸂ τοῖς χιλιάρχοις καὶ ἀνδράσιν RP f 35 TR ¦ χιλιάρχοις καὶ ἀνδράσιν TNT2 WH NA NIV SBL

*25:23 ⸂2 οὖσιν RP f 35 ¦ οὖσι TR ¦ – TNT2 WH NA NIV SBL

*25:24 ⸂ πᾶν RP f 35 TR ¦ ἅπαν TNT2 WH NA NIV SBL

*25:24 ⸂2 ἐνέτυχόν RP f 35 TR TNT2 NA NIV SBL ¦ ἐνέτυχέν WH

*25:24 ⸂3 ἐπιβοῶντες RP f 35 TR ¦ βοῶντες TNT2 WH NA NIV SBL

*25:24 ⸉ ζῇν αὐτὸν RP f 35 TR ¦ αὐτὸν ζῇν TNT2 WH NA NIV SBL

*25:25 ⸂ καταλαβόμενος RP f 35 TR ¦ κατελαβόμην TNT2 WH NA NIV SBL

*25:25 ⸉ θανάτου αὐτὸν RP f 35 TR ¦ αὐτὸν θανάτου TNT2 WH NA NIV SBL

*25:25 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*25:25 ⸋2 αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*25:26 ⸂ γράψαι RP f 35 TR ¦ γράψω TNT2 WH NA NIV SBL