3
1Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ⸂Ἰησοῦν χριστόν,⸃ 2πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωϋσῆς ἐν ⸋ὅλῳ⸌ τῷ οἴκῳ αὐτοῦ. 3Πλείονος γὰρ ⸉δόξης οὗτος⸊ παρὰ Μωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. 4Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ ⸋τὰ⸌ πάντα κατασκευάσας θεός. 5Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· 6χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸂οὗ⸃ οἶκός ἐσμεν ἡμεῖς, ⸂2ἐάνπερ⸃ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος ⸋μέχρι τέλους βεβαίαν⸌ κατάσχωμεν. 7Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, 8μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, 9οὗ ⸂ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με,⸃ καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. 10Διὸ προσώχθισα τῇ γενεᾷ ⸂ἐκείνῃ,⸃ καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· 11ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. 12Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος· 13ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρι οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ⸉ἐξ ὑμῶν τις⸊ ἀπάτῃ τῆς ἁμαρτίας· 14μέτοχοι γὰρ ⸉γεγόναμεν τοῦ χριστοῦ,⸊ ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· 15ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. 16Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως. 17Τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18Τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασιν; 19Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπιστίαν.
Notes
*3:1
⸂ Ἰησοῦν χριστόν RP f 35 ¦ χριστόν Ἰησοῦν TR ¦ Ἰησοῦν TNT2 WH NA NIV SBL
*3:2
⸋ ὅλῳ RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL
*3:3
⸉ δόξης οὗτος RP f 35 TR ¦ οὗτος δόξης TNT2 WH NA NIV SBL
*3:4
⸋ τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*3:6
⸂ οὗ RP f 35 TR TNT2 WH NA NIV ¦ ὅς SBL
*3:6
⸂2 ἐάνπερ RP f 35 TR NA27+28 NIV73 ¦ ἐὰν TNT2 WH NA25 NIV11 SBL
*3:6
⸋ μέχρι τέλους βεβαίαν RP f 35 TR TNT2 WH NA25 ¦ – NA27+28 NIV SBL
*3:9
⸂ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με RP f 35 TR ¦ ἐπείρασάν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ TNT2 WH NA NIV SBL
*3:10
⸂ ἐκείνῃ RP f 35 TR ¦ ταύτῃ TNT2 WH NA NIV SBL
*3:13
⸉ ἐξ ὑμῶν τις RP f 35 ¦ τις ἐξ ὑμῶν TR TNT2 WH NA NIV SBL
*3:14
⸉ γεγόναμεν τοῦ χριστοῦ RP f 35 TR ¦ τοῦ χριστοῦ γεγόναμεν TNT2 WH NA NIV SBL