3
1Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα. 2Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, ⸂δυνατὸς⸃ χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3 ⸂Ἴδε,⸃ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν ⸂2πρὸς⸃ τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. 4Ἰδού, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ ⸉σκληρῶν ἀνέμων⸊ ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ⸂ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται.⸃ 5Οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστίν, καὶ ⸂μεγαλαυχεῖ.⸃ Ἰδού, ⸂2ὀλίγον⸃ πῦρ ἡλίκην ὕλην ἀνάπτει. 6Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· ⸋οὕτως⸌ ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. 7Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· 8τὴν δὲ γλῶσσαν οὐδεὶς ⸉δύναται ἀνθρώπων δαμάσαι·⸊ ⸂ἀκατάσχετον⸃ κακόν, μεστὴ ἰοῦ θανατηφόρου. 9Ἐν αὐτῇ εὐλογοῦμεν ⸂τὸν θεὸν⸃ καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν θεοῦ γεγονότας· 10ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι. 11Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; ⸂Οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.⸃
13Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πρᾳΰτητι σοφίας. 14Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης. 16Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος ⸋καὶ⸌ ἀνυπόκριτος. 18Καρπὸς δὲ ⸋τῆς⸌ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
Notes
*3:2
⸂ δυνατὸς RP TR TNT2 WH NA NIV SBL ¦ δυνάμενος f 35
*3:3
⸂ Ἴδε RP f 35 ¦ Ἰδού TR ¦ Εἰ δὲ TNT2 WH NA NIV SBL
*3:3
⸂2 πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL
*3:4
⸉ σκληρῶν ἀνέμων RP TR ¦ ἀνέμων σκληρῶν f 35 TNT2 WH NA NIV SBL
*3:4
⸂ ὅπου ἂν … βούληται RP f 35 TR ¦ ὅπου … βούλεται TNT2 WH NA NIV SBL
*3:5
⸂ μεγαλαυχεῖ RP f 35 TR ¦ μεγάλα αὐχεῖ TNT2 WH NA NIV SBL
*3:5
⸂2 ὀλίγον RP f 35 TR ¦ ἡλίκον TNT2 WH NA NIV SBL
*3:6
⸋ οὕτως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*3:8
⸉ δύναται ἀνθρώπων δαμάσαι RP f 35 TR ¦ δαμάσαι δύναται ἀνθρώπων TNT2 WH NA NIV SBL
*3:8
⸂ ἀκατάσχετον RP f 35 TR ¦ ἀκατάστατον TNT2 WH NA NIV SBL
*3:9
⸂ τὸν θεὸν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL
*3:12
⸂ Οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ. RP f 35 TR ¦ Οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ. TNT2 WH NA NIV SBL
*3:17
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*3:18
⸋ τῆς RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL