1 ⸂Πόθεν πόλεμοι καὶ μάχαι⸃ ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε ⸆ διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 ⸋Μοιχοὶ καὶ⸌ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; Ὃς ⸂ἂν⸃ οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν. 6Μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 7Ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε ⸋δὲ⸌ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν. 8Ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. 10Ταπεινώθητε ἐνώπιον ⸋τοῦ⸌ κυρίου, καὶ ὑψώσει ὑμᾶς.
11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ ⸆ καταλαλῶν ἀδελφοῦ, ⸂καὶ⸃ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. 12Εἷς ἐστὶν ⸋ὁ⸌ νομοθέτης, ⸆ ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ ⸋2δὲ⸌ τίς εἶ ⸂ὃς κρίνεις⸃ τὸν ⸂2ἕτερον;⸃
13Ἄγε νῦν οἱ λέγοντες, Σήμερον ⸂καὶ⸃ αὔριον ⸂2πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ⸋ἕνα,⸌ καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν·⸃ 14οἵτινες οὐκ ἐπίστασθε ⸋τὸ⸌ τῆς αὔριον. Ποία ⸋2γὰρ⸌ ἡ ζωὴ ⸂ὑμῶν;⸃ Ἀτμὶς γὰρ ⸂2ἔσται⸃ ⸋3ἡ⸌ πρὸς ὀλίγον φαινομένη, ἔπειτα ⸋4δὲ⸌ ⸋5καὶ⸌ ἀφανιζομένη. 15Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ κύριος ⸂θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν⸃ τοῦτο ἢ ἐκεῖνο. 16Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστίν.

Notes


*4:1 ⸂ Πόθεν πόλεμοι καὶ μάχαι RP f 35 TR ¦ Πόθεν πόλεμοι καὶ πόθεν μάχαι TNT2 WH NA NIV SBL

*4:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR

*4:4 ⸋ Μοιχοὶ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:4 ⸂ ἂν RP f 35 TR TNT2 ¦ ἐὰν WH NA NIV SBL

*4:7 ⸋ δὲ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR

*4:10 ⸋ τοῦ RP f 35 TR NA28 ¦ – TNT2 WH NA25+27 NIV SBL

*4:11 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ γὰρ f 35

*4:11 ⸂ καὶ RP f 35 TR ¦ ἢ TNT2 WH NA NIV SBL

*4:12 ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL

*4:12 ⸆ – RP TR ¦ καὶ κριτής f 35 TNT2 WH NA NIV SBL

*4:12 ⸋2 δὲ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*4:12 ⸂ ὃς κρίνεις RP f 35 TR ¦ ὁ κρίνων TNT2 WH NA NIV SBL

*4:12 ⸂2 ἕτερον RP f 35 TR ¦ πλησίον TNT2 WH NA NIV SBL

*4:13 ⸂ καὶ RP f 35 TR ¦ ἢ TNT2 WH NA NIV SBL

*4:13 ⸂2 πορευσώμεθα … ποιήσωμεν … ἐμπορευσώμεθα … κερδήσωμεν RP f 35 TR ¦ πορευσόμεθα … ποιήσωμεν … ἐμπορευσόμεθα … κερδήσομεν TNT2 ¦ πορευσόμεθα … ποιήσομεν … ἐμπορευσόμεθα … κερδήσομεν WH NA NIV SBL

*4:13 ⸋ ἕνα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:14 ⸋ τὸ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*4:14 ⸋2 γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*4:14 ⸂ ὑμῶν RP TR TNT2 WH NA NIV SBL ¦ ἡμῶν f 35

*4:14 ⸂2 ἔσται RP ¦ ἐστιν f 35 TR ¦ ἐστε TNT2 WH NA NIV SBL

*4:14 ⸋3 ἡ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*4:14 ⸋4 δὲ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL

*4:14 ⸋5 καὶ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR

*4:15 ⸂ θελήσῃ … ζήσωμεν … ποιήσωμεν RP f 35 TR ¦ θελήσῃ … ζήσομεν … ποιήσομεν TNT2 NA NIV SBL ¦ θέλῃ … ζήσομεν … ποιήσομεν WH