9
1Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3Ἀπεκρίθη ⸆ Ἰησοῦς, Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. 4 ⸂Ἐμὲ⸃ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6Ταῦτα εἰπών, ἔπτυσεν χαμαί, καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ⸂ἐπέχρισεν⸃ ⸆ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς ⸋τοῦ τυφλοῦ,⸌ 7καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ—ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. 8Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι ⸂τυφλὸς⸃ ἦν, ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9 ⸂Ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι⸃ ⸆ Ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. 10Ἔλεγον οὖν αὐτῷ, Πῶς ⸆ ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11Ἀπεκρίθη ἐκεῖνος ⸋καὶ εἶπεν,⸌ ⸂Ἄνθρωπος λεγόμενος⸃ Ἰησοῦς πηλὸν ἐποίησεν, καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμούς, καὶ εἶπέν μοι, ⸆ Ὕπαγε εἰς ⸂2τὴν κολυμβήθραν τοῦ Σιλωάμ,⸃ καὶ νίψαι. Ἀπελθὼν ⸂3δὲ⸃ καὶ νιψάμενος, ἀνέβλεψα. 12 ⸂Εἶπον οὖν⸃ αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; Λέγει, Οὐκ οἶδα.
13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14Ἦν δὲ σάββατον ⸂ὅτε⸃ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν ⸉μου ἐπὶ τοὺς ὀφθαλμούς,⸊ καὶ ἐνιψάμην, καὶ βλέπω. 16Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, ⸂Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ,⸃ ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄλλοι ⸆ ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17Λέγουσιν ⸆ τῷ τυφλῷ πάλιν, ⸉Σὺ τί⸊ λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέν σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. 18Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι ⸉τυφλὸς ἦν⸊ καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ ⸋τοῦ ἀναβλέψαντος,⸌ 19καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ⸉ἄρτι βλέπει;⸊ 20Ἀπεκρίθησαν ⸂δὲ⸃ ⸋αὐτοῖς⸌ οἱ γονεῖς αὐτοῦ καὶ εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν· ⸂αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε,⸃ αὐτὸς περὶ ⸂2ἑαυτοῦ⸃ λαλήσει. 22Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. 23Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ⸂ἐρωτήσατε.⸃ 24Ἐφώνησαν οὖν ⸉ἐκ δευτέρου τὸν ἄνθρωπον⸊ ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ, Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ⸉2ὁ ἄνθρωπος οὗτος⸊ ἁμαρτωλός ἐστιν. 25Ἀπεκρίθη οὖν ἐκεῖνος ⸋καὶ εἶπεν,⸌ Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω. 26Εἶπον ⸂δὲ⸃ αὐτῷ ⸋πάλιν,⸌ Τί ἐποίησέν σοι; Πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27Ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 ⸂Ἐλοιδόρησαν⸃ αὐτόν, καὶ εἶπον, Σὺ ⸉εἶ μαθητὴς⸊ ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί. 29Ἡμεῖς οἴδαμεν ὅτι Μωσῃ λελάληκεν ὁ θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν ⸉γὰρ τούτῳ⸊ ⸆ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξέν μου τοὺς ὀφθαλμούς. 31Οἴδαμεν ⸋δὲ⸌ ὅτι ⸉ἁμαρτωλῶν ὁ θεὸς⸊ οὐκ ἀκούει· ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. 33Εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ⸂ὅλος,⸃ καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35Ἤκουσεν ⸋ὁ⸌ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτόν, εἶπεν ⸋2αὐτῷ,⸌ Σὺ πιστεύεις εἰς ⸂τὸν υἱὸν τοῦ θεοῦ;⸃ 36Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, ⸋Καὶ⸌ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37Εἶπεν ⸋δὲ⸌ αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38Ὁ δὲ ἔφη, Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39Καὶ εἶπεν ὁ Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40 ⸋Καὶ⸌ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ⸉ὄντες μετ᾽ αὐτοῦ,⸊ καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ⸋οὖν⸌ ἁμαρτία ὑμῶν μένει.
Notes
*9:3
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
*9:4
⸂ Ἐμὲ RP f 35 TR ¦ Ἡμᾶς TNT2 WH NA NIV SBL
*9:6
⸂ ἐπέχρισεν RP f 35 TNT2 NA27+28 NIV SBL ¦ ἐπέχρισε TR ¦ ἐπέθηκεν WH NA25
*9:6
⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL
*9:6
⸋ τοῦ τυφλοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:8
⸂ τυφλὸς RP f 35 TR ¦ προσαίτης TNT2 WH NA NIV SBL
*9:9
⸂ Ἄλλοι ἔλεγον ὅτι … ἄλλοι δὲ ὅτι RP f 35 TR ¦ Ἄλλοι ἔλεγον ὅτι … ἄλλοι ἔλεγον TNT2 WH NA NIV SBL
*9:9
⸆ – RP f 35 TR ¦ Οὐχί, ἀλλ᾽ TNT2 NA28 ¦ Οὐχί, ἀλλὰ WH NA25+27 NIV SBL
*9:10
⸆ – RP f 35 TR TNT2 SBL ¦ οὖν WH NA NIV
*9:11
⸋ καὶ εἶπεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:11
⸂ Ἄνθρωπος λεγόμενος RP f 35 TR ¦ Ὁ ἄνθρωπος ὁ λεγόμενος TNT2 WH NA NIV SBL
*9:11
⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL
*9:11
⸂2 τὴν κολυμβήθραν τοῦ Σιλωάμ RP f 35 TR ¦ τὸν Σιλωάμ TNT2 WH NA NIV SBL
*9:11
⸂3 δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL
*9:12
⸂ Εἶπον οὖν RP f 35 TR ¦ Καὶ εἶπαν TNT2 WH NA NIV SBL
*9:14
⸂ ὅτε RP f 35 TR ¦ ἐν ᾗ ἡμέρᾳ TNT2 WH NA NIV SBL
*9:15
⸉ μου ἐπὶ τοὺς ὀφθαλμούς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπὶ τοὺς ὀφθαλμούς μου TR
*9:16
⸂ Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ RP f 35 ¦ Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ θεοῦ TR ¦ Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος TNT2 WH NA NIV SBL
*9:16
⸆ – RP f 35 TR TNT2 SBL ¦ δὲ WH NA NIV
*9:17
⸆ – RP TR ¦ οὖν f 35 TNT2 WH NA NIV SBL
*9:17
⸉ Σὺ τί RP f 35 TR ¦ Τί σὺ TNT2 WH NA NIV SBL
*9:18
⸉ τυφλὸς ἦν RP f 35 TR ¦ ἦν τυφλὸς TNT2 WH NA NIV SBL
*9:18
⸋ τοῦ ἀναβλέψαντος RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73
*9:19
⸉ ἄρτι βλέπει RP f 35 TR ¦ βλέπει ἄρτι TNT2 WH NA NIV SBL
*9:20
⸂ δὲ RP f 35 ¦ – TR ¦ οὖν TNT2 WH NA NIV SBL
*9:20
⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:21
⸂ αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε RP f 35 TR ¦ αὐτὸν ἐρωτήσατε· ἡλικίαν ἔχει TNT2 WH NA NIV SBL
*9:21
⸂2 ἑαυτοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ TR
*9:23
⸂ ἐρωτήσατε RP f 35 TR TNT2 ¦ ἐπερωτήσατε WH NA NIV SBL
*9:24
⸉ ἐκ δευτέρου τὸν ἄνθρωπον RP f 35 TR ¦ τὸν ἄνθρωπον ἐκ δευτέρου TNT2 WH NA NIV SBL
*9:24
⸉2 ὁ ἄνθρωπος οὗτος RP f 35 TR TNT2 ¦ οὗτος ὁ ἄνθρωπος WH NA NIV SBL
*9:25
⸋ καὶ εἶπεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:26
⸂ δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL
*9:26
⸋ πάλιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:28
⸂ Ἐλοιδόρησαν RP f 35 SBL ¦ Ἐλοιδόρησαν οὖν TR ¦ Οἱ δὲ ἐλοιδόρησαν TNT2 ¦ Καὶ ἐλοιδόρησαν WH NA NIV
*9:28
⸉ εἶ μαθητὴς RP f 35 TR ¦ μαθητὴς εἶ TNT2 WH NA NIV SBL
*9:30
⸉ γὰρ τούτῳ RP f 35 TR ¦ τούτῳ γὰρ TNT2 WH NA NIV SBL
*9:30
⸆ – RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL
*9:31
⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:31
⸉ ἁμαρτωλῶν ὁ θεὸς RP f 35 TR NA27+28 NIV SBL ¦ ὁ θεὸς ἁμαρτωλῶν TNT2 WH NA25
*9:34
⸂ ὅλος RP TR TNT2 WH NA NIV SBL ¦ ὅλως f 35
*9:35
⸋ ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*9:35
⸋2 αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*9:35
⸂ τὸν υἱὸν τοῦ θεοῦ RP f 35 TR TNT2 ¦ τὸν υἱὸν τοῦ ἀνθρώπου WH NA NIV SBL
*9:36
⸋ Καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*9:37
⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:40
⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:40
⸉ ὄντες μετ᾽ αὐτοῦ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ ὄντες TNT2 WH NA NIV SBL
*9:41
⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL