1Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸂ἐλήλυθεν⸃ αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. 2Καὶ δείπνου ⸂γενομένου,⸃ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ⸂2Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ,⸃ 3εἰδὼς ⸋ὁ Ἰησοῦς⸌ ὅτι πάντα ⸂δέδωκεν⸃ αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, 4ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· ⸋καὶ⸌ λέγει αὐτῷ ⸋2ἐκεῖνος,⸌ Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8Λέγει αὐτῷ Πέτρος, Οὐ μὴ νίψῃς ⸉τοὺς πόδας μου⸊ εἰς τὸν αἰῶνα. Ἀπεκρίθη ⸂αὐτῷ ὁ Ἰησοῦς,⸃ Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ. 9Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10Λέγει αὐτῷ ⸋ὁ⸌ Ἰησοῦς, Ὁ λελουμένος ⸉οὐ χρείαν ἔχει⸊ ⸂ἢ⸃ τοὺς πόδας νίψασθαι, ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾽ οὐχὶ πάντες. 11ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, ⸆ Οὐχὶ πάντες καθαροί ἐστε.
12Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν, ⸋καὶ⸌ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, ⸂ἀναπεσὼν⸃ πάλιν, εἶπεν αὐτοῖς, Γινώσκετε τί πεποίηκα ὑμῖν; 13Ὑμεῖς φωνεῖτέ με, Ὁ διδάσκαλος, καὶ Ὁ κύριος· καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15Ὑπόδειγμα γὰρ ⸂ἔδωκα⸃ ὑμῖν, ἵνα καθὼς ⸋ἐγὼ⸌ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα ⸂οὓς⸃ ἐξελεξάμην· ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ, Ὁ τρώγων ⸂2μετ᾽ ἐμοῦ⸃ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19Ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα, ⸂ὅταν γένηται, πιστεύσητε⸃ ὅτι ἐγώ εἰμι. 20Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Ὁ λαμβάνων ⸂ἐάν⸃ τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.
21Ταῦτα εἰπὼν ⸋ὁ⸌ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησεν καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22Ἔβλεπον ⸂οὖν⸃ ⸂2εἰς⸃ ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει. 23Ἦν ⸋δὲ⸌ ἀνακείμενος εἷς ⸆ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· 24νεύει οὖν τούτῳ Σίμων Πέτρος ⸂πυθέσθαι τίς ἂν εἴη⸃ περὶ οὗ λέγει. 25 ⸂Ἐπιπεσὼν⸃ ⸂2δὲ⸃ ἐκεῖνος ⸋οὕτως⸌ ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, Κύριε, τίς ἐστιν; 26Ἀποκρίνεται ⸋ὁ⸌ Ἰησοῦς, Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸂βάψας τὸ ψωμίον ἐπιδώσω.⸃ ⸆2 ⸂2Καὶ ἐμβάψας⸃ τὸ ψωμίον, ⸆3 δίδωσιν Ἰούδᾳ Σίμωνος ⸂3Ἰσκαριώτῃ.⸃ 27Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ⸋ὁ⸌ Ἰησοῦς, Ὃ ποιεῖς, ποίησον τάχιον. 28Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. 29Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ⸋ὁ⸌ Ἰούδας, ὅτι λέγει αὐτῷ ⸋2ὁ⸌ Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν· ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, ⸂εὐθέως ἐξῆλθεν·⸃ ἦν δὲ νύξ.
31Ὅτε ⸆ ἐξῆλθεν, λέγει ⸋ὁ⸌ Ἰησοῦς, Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 32 ⸋Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ,⸌ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ⸂ἑαυτῷ,⸃ καὶ εὐθὺς δοξάσει αὐτόν. 33Τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ⸉ὑπάγω ἐγώ,⸊ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
36Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη ⸋αὐτῷ⸌ ⸋2ὁ⸌ Ἰησοῦς, Ὅπου ⸆ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ⸂ὕστερον δὲ ἀκολουθήσεις μοι.⸃ 37Λέγει αὐτῷ ⸆ Πέτρος, Κύριε, διὰ τί οὐ δύναμαί σοι ⸂ἀκολουθῆσαι⸃ ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 ⸂Ἀπεκρίθη⸃ ⸋αὐτῷ⸌ ⸋2ὁ⸌ Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ ⸂2φωνήσῃ⸃ ἕως οὗ ⸂3ἀπαρνήσῃ⸃ με τρίς.

Notes


*13:1 ⸂ ἐλήλυθεν RP f 35 TR ¦ ἦλθεν TNT2 WH NA NIV SBL

*13:2 ⸂ γενομένου RP f 35 TR ¦ γινομένου TNT2 WH NA NIV SBL

*13:2 ⸂2 Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ RP f 35 TR ¦ ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης TNT2 WH NA25 ¦ ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου NA27+28 NIV SBL

*13:3 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*13:3 ⸂ δέδωκεν RP f 35 TR ¦ ἔδωκεν TNT2 WH NA NIV SBL

*13:6 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*13:6 ⸋2 ἐκεῖνος RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*13:8 ⸉ τοὺς πόδας μου RP f 35 TR ¦ μου τοὺς πόδας TNT2 WH NA NIV SBL

*13:8 ⸂ αὐτῷ ὁ Ἰησοῦς RP f 35 TR ¦ Ἰησοῦς αὐτῷ TNT2 WH NA NIV SBL

*13:10 ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*13:10 ⸉ οὐ χρείαν ἔχει RP f 35 TR ¦ οὐκ ἔχει χρείαν TNT2 WH NA NIV SBL

*13:10 ⸂ ἢ RP f 35 TR ¦ εἰ μὴ TNT2 WH NA NIV SBL

*13:11 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL

*13:12 ⸋ καὶ RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73

*13:12 ⸂ ἀναπεσὼν RP f 35 TR ¦ καὶ ἀνέπεσεν TNT2 WH NA NIV SBL

*13:15 ⸂ ἔδωκα RP TR TNT2 WH NA NIV SBL ¦ δέδωκα f 35

*13:15 ⸋ ἐγὼ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*13:18 ⸂ οὓς RP f 35 TR ¦ τίνας TNT2 WH NA NIV SBL

*13:18 ⸂2 μετ᾽ ἐμοῦ RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL

*13:19 ⸂ ὅταν γένηται, πιστεύσητε RP f 35 TR ¦ πιστεύητε ὅταν γένηται TNT2 WH NA25 ¦ πιστεύσητε ὅταν γένηται NA27+28 NIV SBL

*13:20 ⸂ ἐάν RP f 35 TR ¦ ἄν TNT2 WH NA NIV SBL

*13:21 ⸋ ὁ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11

*13:22 ⸂ οὖν RP TR TNT2 ¦ δὲ f 35 ¦ – WH NA NIV SBL

*13:22 ⸂2 εἰς RP TR TNT2 WH NA NIV SBL ¦ πρὸς f 35

*13:23 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*13:23 ⸆ – RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL

*13:24 ⸂ πυθέσθαι τίς ἂν εἴη RP f 35 TR NA27+28 NIV SBL ¦ καὶ λέγει αὐτῷ, Εἰπὲ τίς ἐστιν TNT2 WH NA25

*13:25 ⸂ Ἐπιπεσὼν RP f 35 TR ¦ Ἀναπεσὼν TNT2 WH NA NIV SBL

*13:25 ⸂2 δὲ RP f 35 TR ¦ – TNT2 WH NA25 SBL ¦ οὖν NA27+28 NIV

*13:25 ⸋ οὕτως RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR

*13:26 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ οὖν WH NA25

*13:26 ⸋ ὁ RP f 35 TR TNT2 WH NA NIV73 SBL ¦ – NIV11

*13:26 ⸂ βάψας τὸ ψωμίον ἐπιδώσω RP f 35 TR ¦ βάψω τὸ ψωμίον καὶ δώσω TNT2 WH NA NIV SBL

*13:26 ⸆2 – RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL

*13:26 ⸂2 Καὶ ἐμβάψας RP f 35 TR ¦ Βάψας οὖν TNT2 WH NA NIV SBL

*13:26 ⸆3 – RP f 35 TR NIV SBL ¦ λαμβάνει καὶ TNT2 WH NA

*13:26 ⸂3 Ἰσκαριώτῃ RP f 35 TR ¦ Ἰσκαριώτου TNT2 WH NA NIV SBL

*13:27 ⸋ ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25

*13:29 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*13:29 ⸋2 ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11

*13:30 ⸂ εὐθέως ἐξῆλθεν RP f 35 TR ¦ ἐξῆλθεν εὐθύς TNT2 WH NA NIV SBL

*13:31 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL

*13:31 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*13:32 ⸋ Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*13:32 ⸂ ἑαυτῷ RP f 35 TR ¦ αὐτῷ TNT2 NA NIV ¦ αὑτῷ WH SBL

*13:33 ⸉ ὑπάγω ἐγώ RP f 35 TR ¦ ἐγώ ὑπάγω TNT2 WH NA NIV SBL

*13:36 ⸋ αὐτῷ RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL

*13:36 ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*13:36 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐγὼ f 35

*13:36 ⸂ ὕστερον δὲ ἀκολουθήσεις μοι RP f 35 TR ¦ ἀκολουθήσεις δὲ ὕστερον TNT2 WH NA NIV SBL

*13:37 ⸆ – RP f 35 ¦ ὁ TR TNT2 WH NA NIV SBL

*13:37 ⸂ ἀκολουθῆσαι RP f 35 TR NA NIV SBL ¦ ἀκολουθεῖν TNT2 WH

*13:38 ⸂ Ἀπεκρίθη RP f 35 TR ¦ Ἀποκρίνεται TNT2 WH NA NIV SBL

*13:38 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*13:38 ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*13:38 ⸂2 φωνήσῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ φωνήσει TR

*13:38 ⸂3 ἀπαρνήσῃ RP f 35 TR ¦ ἀρνήσῃ TNT2 WH NA NIV SBL