19
1Τότε οὖν ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσεν. 2Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, 3 ⸆ καὶ ἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα. 4 ⸂Ἐξῆλθεν οὖν⸃ πάλιν ἔξω ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ⸉ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.⸊ 5Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, ⸂Ἴδε,⸃ ὁ ἄνθρωπος. 6Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον ⸋αὐτόν.⸌ Λέγει αὐτοῖς ὁ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. 7Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ⸋ἡμῶν⸌ ὀφείλει ἀποθανεῖν, ὅτι ⸉ἑαυτὸν υἱὸν θεοῦ⸊ ἐποίησεν. 8Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, 9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10Λέγει οὖν αὐτῷ ὁ Πιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ⸉σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί⸊ σε; 11Ἀπεκρίθη ⸆ ⸂Ἰησοῦς,⸃ Οὐκ εἶχες ἐξουσίαν ⸉οὐδεμίαν κατ᾽ ἐμοῦ,⸊ εἰ μὴ ἦν ⸉2σοι δεδομένον⸊ ἄνωθεν· διὰ τοῦτο ὁ ⸂2παραδιδούς⸃ μέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12Ἐκ τούτου ⸉ἐζήτει ὁ Πιλάτος⸊ ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι ⸂ἔκραζον⸃ λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ⸂2ἑαυτὸν⸃ ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. 13Ὁ οὖν Πιλάτος ἀκούσας ⸂τοῦτον τὸν λόγον⸃ ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ ⸋τοῦ⸌ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ· 14ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα ⸋δὲ⸌ ⸆ ⸂ὡσεὶ⸃ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν. 15 ⸂Οἱ δὲ ἐκραύγασαν,⸃ Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ.
Παρέλαβον ⸂δὲ⸃ τὸν Ἰησοῦν ⸂2καὶ ἤγαγον·⸃ 17καὶ βαστάζων ⸂τὸν σταυρὸν αὐτοῦ⸃ ἐξῆλθεν εἰς ⸂2τόπον λεγόμενον Κρανίου Τόπον,⸃ ⸂3ὃς⸃ λέγεται Ἑβραϊστὶ Γολγοθᾶ· 18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ⸉ὁ τόπος τῆς πόλεως⸊ ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον ⸉2Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.⸊ 21Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾽ ὅτι Ἐκεῖνος εἶπεν, Βασιλεύς ⸉εἰμι τῶν Ἰουδαίων.⸊ 22Ἀπεκρίθη ὁ Πιλάτος, Ὃ γέγραφα, γέγραφα.
23Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου. 24Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ⸋ἡ λέγουσα,⸌ Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. 25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. 26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ ⸋αὐτοῦ,⸌ Γύναι, ⸂ἴδε ὁ υἱός σου. 27Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ⸃ ἡ μήτηρ σου. Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ⸉ὁ μαθητὴς αὐτὴν⸊ εἰς τὰ ἴδια.
28Μετὰ τοῦτο ⸂ἰδὼν⸃ ὁ Ἰησοῦς ὅτι ⸉πάντα ἤδη⸊ τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ. 29Σκεῦος ⸋οὖν⸌ ἔκειτο ὄξους μεστόν· ⸂οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν⸃ αὐτοῦ τῷ στόματι. 30Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς, εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκεν τὸ πνεῦμα.
31Οἱ οὖν Ἰουδαῖοι, ⸉ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἐπεὶ Παρασκευὴ ἦν—⸊ ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου—ἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ⸉αὐτὸν ἤδη⸊ τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· 34ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ⸂εὐθέως ἐξῆλθεν⸃ αἷμα καὶ ὕδωρ. 35Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινή ⸉ἐστιν αὐτοῦ ἡ μαρτυρία,⸊ κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ⸆ ὑμεῖς ⸂πιστεύσητε.⸃ 36Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται ⸋ἀπ᾽⸌ αὐτοῦ. 37Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
38Μετὰ ⸆ ταῦτα ἠρώτησεν τὸν Πιλάτον ⸆2 Ἰωσὴφ ⸋ὁ⸌ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα ⸂τοῦ Ἰησοῦ.⸃ 39Ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς ⸂τὸν Ἰησοῦν⸃ νυκτὸς τὸ πρῶτον, φέρων ⸂2μίγμα⸃ σμύρνης καὶ ἀλόης ⸂3ὡς⸃ λίτρας ἑκατόν. 40Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ⸋ἐν⸌ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ⸂ἐτέθη.⸃ 42Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
Notes
*19:3
⸆ – RP f 35 TR ¦ καὶ ἤρχοντο πρὸς αὐτόν TNT2 WH NA NIV SBL
*19:4
⸂ Ἐξῆλθεν οὖν RP f 35 TR ¦ Καὶ ἐξῆλθεν TNT2 WH NA NIV SBL
*19:4
⸉ ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω RP f 35 TR ¦ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ TNT2 WH NA NIV SBL
*19:5
⸂ Ἴδε RP f 35 TR ¦ Ἰδοὺ TNT2 WH NA NIV SBL
*19:6
⸋ αὐτόν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*19:7
⸋ ἡμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*19:7
⸉ ἑαυτὸν υἱὸν θεοῦ RP f 35 TR ¦ υἱὸν θεοῦ ἑαυτὸν TNT2 WH NA NIV SBL
*19:10
⸉ σταυρῶσαί … ἀπολῦσαί RP f 35 TR ¦ ἀπολῦσαί … σταυρῶσαί TNT2 WH NA NIV SBL
*19:11
⸆ – RP f 35 TR NA25 NIV11 ¦ αὐτῷ TNT2 WH NA27+28 NIV73 SBL
*19:11
⸂ Ἰησοῦς RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ Ἰησοῦς TR
*19:11
⸉ οὐδεμίαν κατ᾽ ἐμοῦ RP f 35 TR ¦ κατ᾽ ἐμοῦ οὐδεμίαν TNT2 WH NA NIV SBL
*19:11
⸉2 σοι δεδομένον RP f 35 TR ¦ δεδομένον σοι TNT2 WH NA NIV SBL
*19:11
⸂2 παραδιδούς RP f 35 TR TNT2 ¦ παραδούς WH NA NIV SBL
*19:12
⸉ ἐζήτει ὁ Πιλάτος RP f 35 TR ¦ ὁ Πιλάτος ἐζήτει TNT2 NA NIV SBL ¦ ὁ Πειλᾶτος ἐζήτει WH
*19:12
⸂ ἔκραζον RP f 35 TR ¦ ἐκραύγασαν TNT2 WH NA NIV SBL
*19:12
⸂2 ἑαυτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτόν TR
*19:13
⸂ τοῦτον τὸν λόγον RP f 35 TR ¦ τῶν λόγων τούτων TNT2 WH NA NIV SBL
*19:13
⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*19:14
⸋ δὲ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
*19:14
⸆ – RP TR ¦ ἦν f 35 TNT2 WH NA NIV SBL
*19:14
⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL
*19:15
⸂ Οἱ δὲ ἐκραύγασαν RP f 35 TR ¦ Ἐκραύγασαν οὖν ἐκεῖνοι TNT2 WH NA NIV SBL
*19:16
⸂ δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL
*19:16
⸂2 καὶ ἤγαγον RP f 35 ¦ καὶ ἀπήγαγον TR ¦ – TNT2 WH NA NIV SBL
*19:17
⸂ τὸν σταυρὸν αὐτοῦ RP f 35 TR ¦ αὐτῷ τὸν σταυρὸν TNT2 ¦ αὑτῷ τὸν σταυρὸν WH SBL ¦ ἑαυτῷ τὸν σταυρὸν NA NIV
*19:17
⸂2 τόπον λεγόμενον Κρανίου Τόπον RP ¦ τὸν λεγόμενον Κρανίου τόπον f 35 TR TNT2 WH NA NIV SBL
*19:17
⸂3 ὃς RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL
*19:20
⸉ ὁ τόπος τῆς πόλεως RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς πόλεως ὁ τόπος TR
*19:20
⸉2 Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί RP f 35 TR ¦ Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί TNT2 WH NA NIV SBL
*19:21
⸉ εἰμι τῶν Ἰουδαίων RP f 35 TR NA NIV ¦ τῶν Ἰουδαίων εἰμί TNT2 WH SBL
*19:24
⸋ ἡ λέγουσα RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*19:26
⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*19:26
⸂ ἴδε … Ἰδοὺ f 35 ¦ ἰδοὺ … Ἰδοὺ RP TR ¦ ἴδε … Ἴδε TNT2 WH NA NIV SBL
*19:27
⸉ ὁ μαθητὴς αὐτὴν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτὴν ὁ μαθητὴς TR
*19:28
⸂ ἰδὼν RP ¦ εἰδὼς f 35 TR TNT2 WH NA NIV SBL
*19:28
⸉ πάντα ἤδη RP TR ¦ ἤδη πάντα f 35 TNT2 WH NA NIV SBL
*19:29
⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*19:29
⸂ οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν RP f 35 TR ¦ σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν TNT2 WH NA NIV SBL
*19:31
⸉ ἵνα μὴ μείνῃ … ἐν τῷ σαββάτῳ ἐπεὶ Παρασκευὴ ἦν RP f 35 TR ¦ ἐπεὶ Παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ … ἐν τῷ σαββάτῳ TNT2 WH NA NIV SBL
*19:33
⸉ αὐτὸν ἤδη RP f 35 TR ¦ ἤδη αὐτὸν TNT2 WH NA NIV SBL
*19:34
⸂ εὐθέως ἐξῆλθεν RP f 35 ¦ εὐθὺς ἐξῆλθεν TR ¦ ἐξῆλθεν εὐθὺς TNT2 WH NA NIV SBL
*19:35
⸉ ἐστιν αὐτοῦ ἡ μαρτυρία RP ¦ ἐστιν ἡ μαρτυρία αὐτοῦ f 35 ¦ αὐτοῦ ἐστιν ἡ μαρτυρία TR TNT2 WH NA NIV SBL
*19:35
⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
*19:35
⸂ πιστεύσητε RP f 35 TR NA27+28 NIV73 ¦ πιστεύητε TNT2 WH NA25 NIV11 SBL
*19:36
⸋ ἀπ᾽ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*19:38
⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL
*19:38
⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
*19:38
⸋ ὁ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL
*19:38
⸂ τοῦ Ἰησοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL
*19:39
⸂ τὸν Ἰησοῦν RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL
*19:39
⸂2 μίγμα RP f 35 TR TNT2 NA NIV SBL ¦ ἕλιγμα WH
*19:39
⸂3 ὡς RP f 35 TNT2 WH NA NIV SBL ¦ ὡσεὶ TR
*19:40
⸋ ἐν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*19:41
⸂ ἐτέθη RP f 35 TR TNT2 ¦ ἦν τεθειμένος WH NA NIV SBL