1Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν ⸋πάλιν⸌ ⸋2ὁ⸌ Ἰησοῦς τοῖς μαθηταῖς ⸆ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. 2Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ ⸂ἐνέβησαν⸃ εἰς τὸ πλοῖον ⸋εὐθύς,⸌ καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4Πρωΐας δὲ ἤδη ⸂γενομένης⸃ ἔστη ⸋ὁ⸌ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. 5Λέγει οὖν αὐτοῖς ⸋ὁ⸌ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ. 6Ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ⸂ἴσχυσαν⸃ ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. 8Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11Ἀνέβη ⸆ Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον ⸂ἐπὶ τῆς γῆς,⸃ μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς ⸋δὲ⸌ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. 13Ἔρχεται ⸋οὖν⸌ ⸋2ὁ⸌ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14Τοῦτο ἤδη τρίτον ἐφανερώθη ⸋ὁ⸌ Ἰησοῦς τοῖς μαθηταῖς ⸋2αὐτοῦ,⸌ ἐγερθεὶς ἐκ νεκρῶν.
15Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων ⸂Ἰωνᾶ,⸃ ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. 16Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων ⸂Ἰωνᾶ,⸃ ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ ⸂2πρόβατά⸃ μου. 17Λέγει αὐτῷ τὸ τρίτον, Σίμων ⸂Ἰωνᾶ,⸃ φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; Καὶ ⸂2εἶπεν⸃ αὐτῷ, Κύριε, ⸉σὺ πάντα⸊ οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ⸋ὁ⸌ Ἰησοῦς, Βόσκε τὰ ⸂3πρόβατά⸃ μου. 18Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ⸉σε ζώσει,⸊ καὶ οἴσει ὅπου οὐ θέλεις. 19Τοῦτο δὲ εἶπεν, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι. 20Ἐπιστραφεὶς ⸋δὲ⸌ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21Τοῦτον ⸆ ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; 22Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε; Σὺ ⸉ἀκολούθει μοι.⸊ 23Ἐξῆλθεν οὖν ⸉ὁ λόγος οὗτος⸊ εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· ⸂καὶ οὐκ εἶπεν⸃ αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;
24Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ ⸆ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ⸉ἐστιν ἡ μαρτυρία αὐτοῦ.⸊ 25Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ⸂ὅσα⸃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον ⸂2χωρῆσαι⸃ τὰ γραφόμενα βιβλία. ⸋Ἀμήν.⸌

Notes


*21:1 ⸋ πάλιν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*21:1 ⸋2 ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25

*21:1 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐγέρθεις ἐκ νεκρῶν f 35

*21:3 ⸂ ἐνέβησαν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀνέβησαν TR

*21:3 ⸋ εὐθύς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:4 ⸂ γενομένης RP f 35 TR NA27+28 NIV SBL ¦ γινομένης TNT2 WH NA25

*21:4 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:5 ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11

*21:6 ⸂ ἴσχυσαν RP f 35 TR ¦ ἴσχυον TNT2 WH NA NIV SBL

*21:11 ⸆ – RP f 35 TR NA25 ¦ οὖν TNT2 WH NA27+28 NIV SBL

*21:11 ⸂ ἐπὶ τῆς γῆς RP f 35 TR ¦ εἰς τὴν γῆν TNT2 WH NA NIV SBL

*21:12 ⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*21:13 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:13 ⸋2 ὁ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV

*21:14 ⸋ ὁ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV

*21:14 ⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:15 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL

*21:16 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL

*21:16 ⸂2 πρόβατά RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ προβάτιά WH NA25

*21:17 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL

*21:17 ⸂2 εἶπεν RP f 35 TR TNT2 WH NA25 SBL ¦ λέγει NA27+28 NIV

*21:17 ⸉ σὺ πάντα RP f 35 TR ¦ πάντα σὺ TNT2 WH NA NIV SBL

*21:17 ⸋ ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25

*21:17 ⸂3 πρόβατά RP f 35 TR NA27+28 NIV SBL ¦ προβάτιά TNT2 WH NA25

*21:18 ⸉ σε ζώσει RP f 35 TR NA27+28 NIV SBL ¦ ζώσει σε TNT2 WH NA25

*21:20 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*21:21 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL

*21:22 ⸉ ἀκολούθει μοι RP f 35 TR ¦ μοι ἀκολούθει TNT2 WH NA NIV SBL

*21:23 ⸉ ὁ λόγος οὗτος RP f 35 TR ¦ οὗτος ὁ λόγος TNT2 WH NA NIV SBL

*21:23 ⸂ καὶ οὐκ εἶπεν RP f 35 TR ¦ οὐκ εἶπεν δὲ TNT2 WH NA NIV SBL

*21:24 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL

*21:24 ⸉ ἐστιν ἡ μαρτυρία αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ ἡ μαρτυρία ἐστιν TNT2 WH NA NIV SBL

*21:25 ⸂ ὅσα RP f 35 TR ¦ ἃ TNT2 WH NA NIV SBL

*21:25 ⸂2 χωρῆσαι RP f 35 TR NA27+28 NIV ¦ χωρήσειν TNT2 WH NA25 SBL

*21:25 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL