ΙΟΥΔΑ
1Ἰούδας Ἰησοῦ χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ⸂ἡγιασμένοις,⸃ καὶ Ἰησοῦ χριστῷ τετηρημένοις, κλητοῖς· 2ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
3Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ⸆ σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 4Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον ⸂δεσπότην θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν⸃ ἀρνούμενοι.
5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, ⸂εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ κύριος,⸃ λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. 6Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. 7Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον ⸉τούτοις τρόπον⸊ ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. 8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν. 9Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾽ εἶπεν, Ἐπιτιμήσαι σοι κύριος. 10Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται. 11Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. 12Οὗτοί εἰσιν ⸆ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων ⸂παραφερόμεναι·⸃ δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα· 13κύματα ἄγρια θαλάσσης, ⸂ἐπαφρίζοντα⸃ τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς ⸆ αἰῶνα τετήρηται. 14Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδού, ἦλθεν κύριος ἐν ⸉ἁγίαις μυριάσιν⸊ αὐτοῦ, 15ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ⸂ἐλέγξαι⸃ ⸂2πάντας τοὺς ἀσεβεῖς⸃ ⸋αὐτῶν⸌ περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. 16Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας ⸂αὐτῶν⸃ πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ· 18ὅτι ἔλεγον ὑμῖν, ⸋ὅτι⸌ ⸂ἐν ἐσχάτῳ χρόνῳ⸃ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. 20Ὑμεῖς δέ, ἀγαπητοί, ⸉τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς,⸊ ἐν πνεύματι ἁγίῳ προσευχόμενοι, 21ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ εἰς ζωὴν αἰώνιον. 22Καὶ οὓς μὲν ⸂ἐλεεῖτε⸃ ⸂2διακρινόμενοι·⸃ 23 ⸂οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες,⸃ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24Τῷ δὲ δυναμένῳ φυλάξαι ⸂αὐτοὺς⸃ ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, 25μόνῳ ⸋σοφῷ⸌ θεῷ σωτῆρι ἡμῶν, ⸂δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία,⸃ ⸆2 καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.

Notes


*1:1 ⸂ ἡγιασμένοις RP f 35 TR ¦ ἠγαπημένοις TNT2 WH NA NIV SBL Wass

*1:3 ⸆ – RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL Wass

*1:4 ⸂ δεσπότην θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν RP f 35 TR ¦ δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν TNT2 WH NA NIV SBL Wass

*1:5 ⸂ εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ κύριος RP f 35 TR ¦ εἰδότας ἅπαξ πάντα, ὅτι κύριος TNT2 WH NA25 ¦ εἰδότας ὑμᾶς πάντα, ὅτι ὁ κύριος ἅπαξ NA27 NIV11 ¦ εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι Ἰησοῦς NA28 SBL ¦ εἰδότας ἅπαξ ὑμᾶς πάντα, ὅτι ὁ κύριος NIV73 ¦ εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι κύριος Wass

*1:7 ⸉ τούτοις τρόπον RP f 35 TR ¦ τρόπον τούτοις TNT2 WH NA NIV SBL Wass

*1:12 ⸆ – RP f 35 TR ¦ οἱ TNT2 WH NA NIV SBL Wass

*1:12 ⸂ παραφερόμεναι RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ περιφερόμεναι TR

*1:13 ⸂ ἐπαφρίζοντα RP f 35 TR TNT2 WH NA NIV SBL ¦ ἀπαφρίζοντα Wass

*1:13 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ τὸν TR

*1:14 ⸉ ἁγίαις μυριάσιν RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ μυριάσιν ἁγίαις TR

*1:15 ⸂ ἐλέγξαι RP f 35 TNT2 WH NA NIV SBL Wass ¦ ἐξἐλέγξαι TR

*1:15 ⸂2 πάντας τοὺς ἀσεβεῖς RP f 35 TR TNT2 WH NA25 NIV73 SBL Wass ¦ πᾶσαν ψυχὴν NA27+28 NIV11

*1:15 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Wass

*1:16 ⸂ αὐτῶν RP TR TNT2 WH NA25 SBL ¦ ἑαυτῶν f 35 NA27+28 NIV Wass

*1:18 ⸋ ὅτι RP f 35 TR TNT2 NA27 NIV73 Wass ¦ – WH NA25+28 NIV11 SBL

*1:18 ⸂ ἐν ἐσχάτῳ χρόνῳ RP f 35 TR ¦ ἐπ᾽ ἐσχάτου χρόνου TNT2 WH NA28 SBL ¦ ἐπ᾽ ἐσχάτου τοῦ χρόνου NA25+27 NIV Wass

*1:20 ⸉ τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς RP f 35 TR ¦ ἐποικοδομοῦντες ἑαυτούς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει TNT2 WH NA NIV SBL Wass

*1:22 ⸂ ἐλεεῖτε RP f 35 TR ¦ ἐλέγχετε TNT2 ¦ ἐλεᾶτε WH NA NIV SBL Wass

*1:22 ⸂2 διακρινόμενοι RP f 35 TR ¦ διακρινομένους TNT2 WH NA NIV SBL Wass

*1:23 ⸂ οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες RP f 35 ¦ οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες TR ¦ οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ TNT2 NA27+28 NIV SBL Wass ¦ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ WH NA25

*1:24 ⸂ αὐτοὺς RP f 35 TR ¦ ὑμᾶς TNT2 WH NA NIV SBL Wass

*1:25 ⸋ σοφῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Wass

*1:25 ⸆ – RP f 35 TR ¦ διὰ Ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν TNT2 WH NA NIV SBL Wass

*1:25 ⸂ δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία RP f 35 TR ¦ δόξα, μεγαλωσύνη, κράτος, καὶ ἐξουσία TNT2 WH NA NIV SBL Wass

*1:25 ⸆2 – RP f 35 TR ¦ πρὸ παντὸς τοῦ αἰῶνος TNT2 WH NA NIV SBL Wass