1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης ⸉τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.⸊ 2Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστίν, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ γνωσθήσεται. 3Ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. 4Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. 5Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ⸉ἐξουσίαν ἔχοντα⸊ ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. 6Οὐχὶ πέντε στρουθία ⸂πωλεῖται⸃ ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. 7Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ ⸋οὖν⸌ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. 8Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂν ⸂ὁμολογήσῃ⸃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· 9ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. 10Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11Ὅταν δὲ ⸂προσφέρωσιν⸃ ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ ⸂2μεριμνᾶτε⸃ ⸂3πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε·⸃ 12τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.
13Εἶπεν δέ τις ⸉αὐτῷ ἐκ τοῦ ὄχλου,⸊ Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν. 14Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησεν ⸂δικαστὴν⸃ ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς; 15Εἶπεν δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ ⸂τῆς⸃ πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ⸂2ἡ ζωὴ αὐτῷ ἐστὶν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.⸃ 16Εἶπεν δὲ παραβολὴν πρὸς αὐτούς, λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· 17καὶ διελογίζετο ἐν ⸂ἑαυτῷ⸃ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18Καὶ εἶπεν, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα ⸂τὰ γενήματά μου⸃ καὶ τὰ ἀγαθά μου. 19Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20Εἶπεν δὲ αὐτῷ ὁ θεός, ⸂Ἄφρον,⸃ ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ⸂2ἀπαιτοῦσιν⸃ ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; 21Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς θεὸν πλουτῶν.
22Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Διὰ τοῦτο ⸉ὑμῖν λέγω,⸊ μὴ μεριμνᾶτε ⸂τῇ ψυχῇ ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι,⸃ τί ⸂2ἐνδύσησθε.⸃ 23⸆ ψυχὴ ⸂πλεῖόν⸃ ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24Κατανοήσατε τοὺς κόρακας, ὅτι ⸂οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν,⸃ οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; 25Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ⸉προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ⸊ πῆχυν ⸋ἕνα;⸌ 26Εἰ οὖν ⸂οὔτε⸃ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27Κατανοήσατε τὰ κρίνα ⸂πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει·⸃ λέγω ⸋δὲ⸌ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28Εἰ δὲ ⸂τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα,⸃ καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ θεὸς οὕτως ⸂2ἀμφιέννυσιν,⸃ πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, ⸂ἢ⸃ τί πίητε· καὶ μὴ μετεωρίζεσθε. 30Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ⸂ἐπιζητεῖ·⸃ ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31Πλὴν ζητεῖτε τὴν βασιλείαν ⸂τοῦ θεοῦ,⸃ καὶ ταῦτα ⸋πάντα⸌ προστεθήσεται ὑμῖν. 32Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει· 34ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· 36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ⸂ἀναλύσῃ⸃ ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. 37Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 ⸂Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ,⸃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ⸂2οἱ δοῦλοι ἐκεῖνοι.⸃ 39Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ⸋ἐγρηγόρησεν ἄν, καὶ⸌ ⸂οὐκ ἂν ἀφῆκεν⸃ διορυγῆναι τὸν οἶκον αὐτοῦ. 40Καὶ ὑμεῖς ⸋οὖν⸌ γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41Εἶπεν δὲ ⸋αὐτῷ⸌ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας; 42 ⸂Εἶπεν δὲ⸃ ὁ κύριος, Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ⸋καὶ⸌ ⸆ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ ⸋2τὸ⸌ σιτομέτριον; 43Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 44Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι· 46ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει· καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ⸂ἑαυτοῦ,⸃ καὶ μὴ ἑτοιμάσας ⸂2μηδὲ⸃ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· 48ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49Πῦρ ἦλθον βαλεῖν ⸂εἰς⸃ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ⸂οὗ⸃ τελεσθῇ. 51Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν. 52Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ⸉οἴκῳ ἑνὶ⸊ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσίν, καὶ δύο ἐπὶ τρισίν. 53 ⸂Διαμερισθήσεται⸃ πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· ⸂2μήτηρ ἐπὶ θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί·⸃ ⸂3πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.⸃ 54Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε ⸋τὴν⸌ νεφέλην ἀνατέλλουσαν ⸂ἀπὸ⸃ δυσμῶν, εὐθέως λέγετε, ⸆ Ὄμβρος ἔρχεται· καὶ γίνεται οὕτως. 55Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται· καὶ γίνεται. 56Ὑποκριταί, τὸ πρόσωπον ⸉τῆς γῆς καὶ τοῦ οὐρανοῦ⸊ οἴδατε δοκιμάζειν· τὸν ⸉2δὲ καιρὸν⸊ τοῦτον πῶς ⸂οὐ δοκιμάζετε;⸃ 57Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε ⸂παραδῷ⸃ τῷ πράκτορι, καὶ ὁ πράκτωρ ⸂2σε βάλῃ⸃ εἰς φυλακήν. 59Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως ⸋οὗ⸌ καὶ ⸂τὸν⸃ ἔσχατον λεπτὸν ἀποδῷς.

Notes


*12:1 ⸉ τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις RP f 35 TR TNT2 ¦ ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NA NIV SBL

*12:5 ⸉ ἐξουσίαν ἔχοντα RP f 35 TR ¦ ἔχοντα ἐξουσίαν TNT2 WH NA NIV SBL

*12:6 ⸂ πωλεῖται RP f 35 TR ¦ πωλοῦνται TNT2 WH NA NIV SBL

*12:7 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*12:8 ⸂ ὁμολογήσῃ RP f 35 TR TNT2 NA NIV SBL ¦ ὁμολογήσει WH

*12:11 ⸂ προσφέρωσιν RP f 35 TR ¦ εἰσφέρωσιν TNT2 WH NA NIV SBL

*12:11 ⸂2 μεριμνᾶτε RP f 35 TR ¦ μεριμνήσητε TNT2 WH NA NIV SBL

*12:11 ⸂3 πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε RP TR TNT2 WH NA NIV11 SBL ¦ πῶς ἢ τί ἀπολογήσεσθε, ἢ τί εἴπητε f 35 ¦ πῶς ἀπολογήσησθε, ἢ τί εἴπητε NIV73

*12:13 ⸉ αὐτῷ ἐκ τοῦ ὄχλου RP f 35 TR TNT2 ¦ ἐκ τοῦ ὄχλου αὐτῷ WH NA NIV SBL

*12:14 ⸂ δικαστὴν RP f 35 TR ¦ κριτὴν TNT2 WH NA NIV SBL

*12:15 ⸂ τῆς RP f 35 TR ¦ πάσης TNT2 WH NA NIV SBL

*12:15 ⸂2 ἡ ζωὴ αὐτῷ … τῶν ὑπαρχόντων αὐτοῦ RP ¦ ἡ ζωὴ αὐτοῦ … τῶν ὑπαρχόντων αὐτοῦ f 35 TR ¦ ἡ ζωὴ αὐτοῦ … τῶν ὑπαρχόντων αὐτῷ TNT2 WH NA NIV SBL

*12:17 ⸂ ἑαυτῷ RP f 35 TR TNT2 NA NIV SBL ¦ αὑτῷ WH

*12:18 ⸂ τὰ γενήματά μου RP f 35 TR ¦ τὸν σῖτον TNT2 WH NA NIV SBL

*12:20 ⸂ Ἄφρον RP f 35 ¦ Ἄφρων TR TNT2 WH NA NIV SBL

*12:20 ⸂2 ἀπαιτοῦσιν RP f 35 TR NA NIV SBL ¦ αἰτοῦσιν TNT2 WH

*12:22 ⸉ ὑμῖν λέγω RP TR ¦ λέγω ὑμῖν f 35 TNT2 WH NA NIV SBL

*12:22 ⸂ τῇ ψυχῇ ὑμῶν … τῷ σώματι RP f 35 TR ¦ τῇ ψυχῇ … τῷ σώματι TNT2 NA27+28 NIV SBL ¦ τῇ ψυχῇ … τῷ σώματι ὑμῶν WH NA25

*12:22 ⸂2 ἐνδύσησθε RP TR TNT2 WH NA NIV SBL ¦ ἐνδύσεσθε f 35

*12:23 ⸆ – RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL

*12:23 ⸂ πλεῖόν RP TR TNT2 WH NA NIV SBL ¦ πλείων f 35

*12:24 ⸂ οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ οὔτε σπείρουσιν οὔτε θερίζουσιν NA25

*12:25 ⸉ προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ RP f 35 TR TNT2 ¦ ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι WH NA NIV SBL

*12:25 ⸋ ἕνα RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL

*12:26 ⸂ οὔτε RP f 35 TR ¦ οὐδὲ TNT2 WH NA NIV SBL

*12:27 ⸂ πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ πῶς οὔτε νήθει οὔτε ὑφαίνει NA25

*12:27 ⸋ δὲ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*12:28 ⸂ τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP f 35 TR ¦ τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα TNT2 ¦ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NA NIV SBL

*12:28 ⸂2 ἀμφιέννυσιν RP f 35 ¦ ἀμφιέννυσι TR ¦ ἀμφιέζει TNT2 NA NIV SBL ¦ ἀμφιάζει WH

*12:29 ⸂ ἢ RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*12:30 ⸂ ἐπιζητεῖ RP f 35 TR ¦ ἐπιζητοῦσιν TNT2 WH NA NIV SBL

*12:31 ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL

*12:31 ⸋ πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*12:36 ⸂ ἀναλύσῃ RP TNT2 WH NA NIV SBL ¦ ἀναλύσει f 35 TR

*12:38 ⸂ Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ RP f 35 TR ¦ Κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ TNT2 WH NA NIV SBL

*12:38 ⸂2 οἱ δοῦλοι ἐκεῖνοι RP f 35 TR TNT2 ¦ ἐκεῖνοι WH NA NIV SBL

*12:39 ⸋ ἐγρηγόρησεν ἄν καὶ RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL

*12:39 ⸂ οὐκ ἂν ἀφῆκεν RP f 35 TR NA NIV SBL ¦ οὐκ ἀφῆκεν TNT2 WH

*12:40 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*12:41 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*12:42 ⸂ Εἶπεν δὲ RP f 35 ¦ Εἶπε δὲ TR ¦ Καὶ εἶπεν TNT2 WH NA NIV SBL

*12:42 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*12:42 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL

*12:42 ⸋2 τὸ RP f 35 TR WH NA NIV SBL ¦ – TNT2

*12:47 ⸂ ἑαυτοῦ RP TR ¦ αὐτοῦ f 35 TNT2 WH NA NIV SBL

*12:47 ⸂2 μηδὲ RP f 35 TR TNT2 ¦ ἢ WH NA NIV SBL

*12:49 ⸂ εἰς RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL

*12:50 ⸂ οὗ RP f 35 TR ¦ ὅτου TNT2 WH NA NIV SBL

*12:52 ⸉ οἴκῳ ἑνὶ RP f 35 TR ¦ ἑνὶ οἴκῳ TNT2 WH NA NIV SBL

*12:53 ⸂ Διαμερισθήσεται RP f 35 TR ¦ Διαμερισθήσονται TNT2 WH NA NIV SBL

*12:53 ⸂2 μήτηρ ἐπὶ θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί· RP f 35 TR ¦ μήτηρ ἐπὶ θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα· TNT2 WH SBL ¦ μήτηρ ἐπὶ θυγατέρα, καὶ θυγάτηρ ἐπὶ μητέρα· NA25 ¦ μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα· NA27+28 NIV

*12:53 ⸂3 πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς· RP f 35 TR ¦ πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν· TNT2 WH NA NIV SBL

*12:54 ⸋ τὴν RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL

*12:54 ⸂ ἀπὸ RP f 35 TR TNT2 ¦ ἐπὶ WH NA NIV SBL

*12:54 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL

*12:56 ⸉ τῆς γῆς καὶ τοῦ οὐρανοῦ RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς f 35

*12:56 ⸉2 δὲ καιρὸν RP f 35 TR TNT2 SBL ¦ καιρὸν δὲ WH NA NIV

*12:56 ⸂ οὐ δοκιμάζετε RP f 35 TR NA25 ¦ οὐκ οἴδατε δοκιμάζειν TNT2 WH NA27+28 NIV SBL

*12:58 ⸂ παραδῷ RP f 35 TR ¦ παραδώσει TNT2 WH NA NIV SBL

*12:58 ⸂2 σε βάλῃ RP ¦ βάλῃ σε f 35 ¦ σε βάλλῃ TR ¦ σε βαλεῖ TNT2 WH NA NIV SBL

*12:59 ⸋ οὗ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*12:59 ⸂ τὸν RP ¦ τὸ f 35 TR TNT2 WH NA NIV SBL