1Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους, λέγων, ⸂Εἰ ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν;⸃ 4Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτόν, καὶ ἀπέλυσεν. 5Καὶ ⸋ἀποκριθεὶς⸌ πρὸς αὐτοὺς εἶπεν, Τίνος ὑμῶν ⸂υἱὸς⸃ ἢ βοῦς εἰς φρέαρ ⸂2ἐμπεσεῖται,⸃ καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ⸂3ἐν τῇ⸃ ἡμέρᾳ τοῦ σαββάτου; 6Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι ⸋αὐτῷ⸌ πρὸς ταῦτα.
7Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς, 8Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν· μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ, 9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ⸂ἐρεῖ σοι,⸃ Δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ᾽ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10Ἀλλ᾽ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον· ἵνα, ὅταν ἔλθῃ ὁ κεκληκώς σε, ⸂εἴπῃ⸃ σοι, Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον ⸆ τῶν συνανακειμένων σοι. 11Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
12Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε καὶ αὐτοί ⸉σε ἀντικαλέσωσιν, καὶ γένηταί σοι ἀνταπόδομα.⸊ 13Ἀλλ᾽ ὅταν ⸉ποιῇς δοχήν,⸊ κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς· 14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος, ⸂ὃς⸃ φάγεται ⸂2ἄριστον⸃ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16Ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις ⸂ἐποίησεν⸃ δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς· 17καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν ⸋πάντα.⸌ 18Καὶ ἤρξαντο ἀπὸ μιᾶς ⸉παραιτεῖσθαι πάντες.⸊ Ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ⸂ἐξελθεῖν καὶ⸃ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19Καὶ ἕτερος εἶπεν, Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20Καὶ ἕτερος εἶπεν, Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21Καὶ παραγενόμενος ὁ δοῦλος ⸋ἐκεῖνος⸌ ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ ⸉χωλοὺς καὶ τυφλοὺς⸊ εἰσάγαγε ὧδε. 22Καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν ⸂ὡς⸃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ⸉ὁ οἶκός μου.⸊ 24Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. ⸋Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.⸌
25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί· καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς, 26Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ⸂αὐτοῦ,⸃ καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι ⸂2δὲ⸃ καὶ τὴν ⸉ἑαυτοῦ ψυχήν,⸊ οὐ δύναταί ⸉2μου μαθητὴς εἶναι.⸊ 27 ⸋Καὶ⸌ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ⸂αὐτοῦ⸃ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται ⸉εἶναί μου⸊ μαθητής. 28Τίς γὰρ ἐξ ὑμῶν, ⸋ὁ⸌ θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει ⸋2τὰ⸌ ⸂εἰς⸃ ἀπαρτισμόν; 29Ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται ⸉ἐμπαίζειν αὐτῷ,⸊ 30λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31Ἢ τίς βασιλεὺς πορευόμενος ⸉συμβαλεῖν ἑτέρῳ βασιλεῖ⸊ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸂βουλεύεται⸃ εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸂2ἀπαντῆσαι⸃ τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν; 32Εἰ δὲ μήγε, ἔτι ⸉πόρρω αὐτοῦ⸊ ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸋τὰ⸌ πρὸς εἰρήνην. 33Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί ⸉μου εἶναι⸊ μαθητής. 34Καλὸν ⸆ τὸ ἅλας· ἐὰν δὲ ⸆2 τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Notes


*14:3 ⸂ Εἰ ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν; RP f 35 ¦ Εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν; TR ¦ Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι, ἢ οὔ; TNT2 WH NA NIV SBL

*14:5 ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:5 ⸂ υἱὸς RP f 35 TNT2 WH NA NIV SBL ¦ ὄνος TR

*14:5 ⸂2 ἐμπεσεῖται RP f 35 TR ¦ πεσεῖται TNT2 WH NA NIV SBL

*14:5 ⸂3 ἐν τῇ RP f 35 TR ¦ τῇ TNT2 ¦ ἐν WH NA NIV SBL

*14:6 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:9 ⸂ ἐρεῖ σοι RP TR TNT2 WH NA NIV SBL ¦ ἐρεῖ, Σὺ f 35

*14:10 ⸂ εἴπῃ RP f 35 TR ¦ ἐρεῖ TNT2 WH NA NIV SBL

*14:10 ⸆ – RP f 35 TR ¦ πάντων TNT2 WH NA NIV SBL

*14:12 ⸉ σε ἀντικαλέσωσι(ν) … σοι ἀνταπόδομα RP f 35 TR ¦ ἀντικαλέσωσίν σε … ἀνταπόδομά σοι TNT2 WH NA NIV SBL

*14:13 ⸉ ποιῇς δοχήν RP f 35 TR TNT2 ¦ δοχὴν ποιῇς WH NA NIV SBL

*14:15 ⸂ ὃς RP f 35 TR ¦ ὅστις TNT2 WH NA NIV SBL

*14:15 ⸂2 ἄριστον RP f 35 NIV ¦ ἄρτον TR TNT2 WH NA SBL

*14:16 ⸂ ἐποίησεν RP f 35 ¦ ἐποίησε TR ¦ ἐποίει TNT2 WH NA NIV SBL

*14:17 ⸋ πάντα RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*14:18 ⸉ παραιτεῖσθαι πάντες RP f 35 TR ¦ πάντες παραιτεῖσθαι TNT2 WH NA NIV SBL

*14:18 ⸂ ἐξελθεῖν καὶ RP f 35 TR ¦ ἐξελθὼν TNT2 WH NA NIV SBL

*14:21 ⸋ ἐκεῖνος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:21 ⸉ χωλοὺς καὶ τυφλοὺς RP TR ¦ τυφλοὺς καὶ χωλοὺς f 35 TNT2 WH NA NIV SBL

*14:22 ⸂ ὡς RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL

*14:23 ⸉ ὁ οἶκός μου RP f 35 TR ¦ μου ὁ οἶκός TNT2 WH NA NIV SBL

*14:24 ⸋ Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL

*14:26 ⸂ αὐτοῦ RP f 35 TNT2 NA25 ¦ ἑαυτοῦ TR WH NA27+28 NIV SBL

*14:26 ⸂2 δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL

*14:26 ⸉ ἑαυτοῦ ψυχήν RP f 35 TR TNT2 ¦ ψυχὴν ἑαυτοῦ WH NA NIV SBL

*14:26 ⸉2 μου μαθητὴς εἶναι RP TR ¦ μου εἶναι μαθητὴς f 35 ¦ εἶναί μου μαθητής TNT2 WH NA NIV SBL

*14:27 ⸋ Καὶ RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL

*14:27 ⸂ αὐτοῦ RP f 35 TR TNT2 ¦ ἑαυτοῦ WH NA NIV SBL

*14:27 ⸉ εἶναί μου RP f 35 TNT2 WH NA NIV SBL ¦ μου εἶναί TR

*14:28 ⸋ ὁ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

*14:28 ⸋2 τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:28 ⸂ εἰς RP f 35 TNT2 WH NA NIV SBL ¦ πρὸς TR

*14:29 ⸉ ἐμπαίζειν αὐτῷ RP f 35 TR ¦ αὐτῷ ἐμπαίζειν TNT2 WH NA NIV SBL

*14:31 ⸉ συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP f 35 TR ¦ ἑτέρῳ βασιλεῖ συμβαλεῖν TNT2 NA NIV SBL ¦ ἑτέρῳ βασιλεῖ συνβαλεῖν WH

*14:31 ⸂ βουλεύεται RP f 35 TR TNT2 ¦ βουλεύσεται WH NA NIV SBL

*14:31 ⸂2 ἀπαντῆσαι RP f 35 TR ¦ ὑπαντῆσαι TNT2 WH NA NIV SBL

*14:32 ⸉ πόρρω αὐτοῦ RP f 35 ¦ αὐτοῦ πόρρω TR TNT2 WH NA NIV SBL

*14:32 ⸋ τὰ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*14:33 ⸉ μου εἶναι RP f 35 TR ¦ εἶναί μου TNT2 WH NA NIV SBL

*14:34 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL

*14:34 ⸆2 – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL