15
1Ἦσαν δὲ ⸉ἐγγίζοντες αὐτῷ⸊ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ. 2Καὶ διεγόγγυζον οἱ ⸆ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.
3Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων, 4Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ⸂ἀπολέσας⸃ ⸉ἓν ἐξ αὐτῶν,⸊ οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό; 5Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ⸂ἑαυτοῦ⸃ χαίρων. 6Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. 7Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ⸉ἔσται ἐν τῷ οὐρανῷ⸊ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
8Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕως ⸂ὅτου⸃ εὕρῃ; 9Καὶ εὑροῦσα ⸂συγκαλεῖται⸃ ⸂2τὰς φίλας καὶ τὰς γείτονας,⸃ λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10Οὕτως, λέγω ὑμῖν, ⸉χαρὰ γίνεται⸊ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς· 12καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. ⸂Καὶ⸃ διεῖλεν αὐτοῖς τὸν βίον. 13Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν ⸂ἅπαντα⸃ ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως. 14Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ⸂ἰσχυρὸς⸃ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. 16Καὶ ἐπεθύμει ⸂γεμίσαι τὴν κοιλίαν αὐτοῦ⸃ ⸂2ἀπὸ⸃ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17Εἰς ἑαυτὸν δὲ ἐλθὼν ⸂εἶπεν,⸃ Πόσοι μίσθιοι τοῦ πατρός μου ⸂2περισσεύουσιν⸃ ἄρτων, ἐγὼ δὲ ⸂3λιμῷ⸃ ἀπόλλυμαι· 18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· 19 ⸋καὶ⸌ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ⸂ἑαυτοῦ.⸃ Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. 21Εἶπεν δὲ ⸉αὐτῷ ὁ υἱός,⸊ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ⸋καὶ⸌ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. ⸆ 22Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, ⸆ Ἐξενέγκατε ⸋τὴν⸌ στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας· 23καὶ ⸂ἐνέγκαντες⸃ τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· 24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ⸋καὶ⸌ ⸉ἀπολωλὼς ἦν,⸊ καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. 25Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν. 26Καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, ⸆ ἐπυνθάνετο τί ⸆2 εἴη ταῦτα. 27Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει· καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ ⸂οὖν⸃ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί, ⸆ Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. 30Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ ⸆ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ ⸂τὸν μόσχον τὸν σιτευτόν.⸃ 31Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. 32Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος ⸂νεκρὸς ἦν, καὶ ⸂2ἀνέζησεν·⸃ καὶ ἀπολωλὼς ἦν,⸃ καὶ εὑρέθη.
Notes
*15:1
⸉ ἐγγίζοντες αὐτῷ RP f 35 TR ¦ αὐτῷ ἐγγίζοντες TNT2 WH NA NIV SBL
*15:2
⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
*15:4
⸂ ἀπολέσας RP f 35 TR WH NA NIV SBL ¦ ἀπολέσῃ TNT2
*15:4
⸉ ἓν ἐξ αὐτῶν RP f 35 TR ¦ ἐξ αὐτῶν ἓν TNT2 WH NA NIV SBL
*15:5
⸂ ἑαυτοῦ RP TR ¦ αὐτοῦ f 35 TNT2 WH NA NIV SBL
*15:7
⸉ ἔσται ἐν τῷ οὐρανῷ RP f 35 TR TNT2 ¦ ἐν τῷ οὐρανῷ ἔσται WH NA NIV SBL
*15:8
⸂ ὅτου RP f 35 TR ¦ οὗ TNT2 WH NA NIV SBL
*15:9
⸂ συγκαλεῖται RP f 35 TR TNT2 ¦ συνκαλεῖ WH ¦ συγκαλεῖ NA NIV SBL
*15:9
⸂2 τὰς φίλας καὶ τὰς γείτονας RP f 35 TR ¦ τὰς φίλας καὶ γείτονας TNT2 WH NA NIV SBL
*15:10
⸉ χαρὰ γίνεται RP f 35 TR ¦ γίνεται χαρὰ TNT2 WH NA NIV SBL
*15:12
⸂ Καὶ RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL
*15:13
⸂ ἅπαντα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL
*15:14
⸂ ἰσχυρὸς RP f 35 TR ¦ ἰσχυρὰ TNT2 WH NA NIV SBL
*15:16
⸂ γεμίσαι τὴν κοιλίαν αὐτοῦ RP f 35 TR TNT2 NA25 NIV SBL ¦ χορτασθῆναι WH NA27+28
*15:16
⸂2 ἀπὸ RP f 35 TR TNT2 SBL ¦ ἐκ WH NA NIV
*15:17
⸂ εἶπεν RP f 35 TNT2 ¦ εἶπε TR ¦ ἔφη WH NA NIV SBL
*15:17
⸂2 περισσεύουσιν RP f 35 TR ¦ περισσεύονται TNT2 WH NA NIV SBL
*15:17
⸂3 λιμῷ RP f 35 TR ¦ ὧδε λιμῷ TNT2 ¦ λιμῷ ὧδε WH NA NIV SBL
*15:19
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*15:20
⸂ ἑαυτοῦ f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ RP TNT2
*15:21
⸉ αὐτῷ ὁ υἱός RP f 35 TR TNT2 ¦ ὁ υἱὸς αὐτῷ WH NA NIV SBL
*15:21
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*15:21
⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. WH
*15:22
⸆ – RP f 35 TR ¦ Ταχὺ TNT2 WH NA NIV SBL
*15:22
⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*15:23
⸂ ἐνέγκαντες RP f 35 TR ¦ φέρετε TNT2 WH NA NIV SBL
*15:24
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*15:24
⸉ ἀπολωλὼς ἦν RP f 35 TR ¦ ἦν ἀπολωλὼς TNT2 WH NA NIV SBL
*15:26
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ TR
*15:26
⸆2 – RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL
*15:28
⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
*15:29
⸆ – RP f 35 TR NA25 ¦ αὐτοῦ TNT2 WH NA27+28 NIV SBL
*15:30
⸆ – RP f 35 TR WH NA NIV SBL ¦ τῶν TNT2
*15:30
⸂ τὸν μόσχον τὸν σιτευτόν RP f 35 TR ¦ τὸν σιτευτὸν μόσχον TNT2 WH NA NIV SBL
*15:32
⸂ νεκρὸς ἦν … καὶ ἀπολωλὼς ἦν RP f 35 TR ¦ νεκρὸς ἦν … καὶ ἀπολωλὼς TNT2 WH NA NIV SBL
*15:32
⸂2 ἀνέζησεν RP f 35 NIV73 ¦ ἀνέζησε TR ¦ ἔζησεν TNT2 WH NA NIV11 SBL