1Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ⸉ἦλθον ἐπὶ τὸ μνῆμα,⸊ φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ⸋καί τινες σὺν αὐταῖς.⸌ 2Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. 3 ⸂Καὶ εἰσελθοῦσαι⸃ οὐχ εὗρον τὸ σῶμα ⸋τοῦ κυρίου Ἰησοῦ.⸌ 4Καὶ ἐγένετο ἐν τῷ ⸂διαπορεῖσθαι⸃ αὐτὰς περὶ τούτου, καὶ ἰδού, ⸉ἄνδρες δύο⸊ ἐπέστησαν αὐταῖς ἐν ⸂2ἐσθήσεσιν ἀστραπτούσαις·⸃ 5ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν ⸂τὸ πρόσωπον⸃ εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6Οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7λέγων ⸉ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου⸊ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ⸆ Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, ⸋αἳ⸌ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ⸂αὐτῶν,⸃ καὶ ἠπίστουν αὐταῖς. 12 ⸋Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια ⸋2κείμενα⸌ μόνα· καὶ ἀπῆλθεν πρὸς ⸂ἑαυτὸν⸃ θαυμάζων τὸ γεγονός.⸌
13Καὶ ἰδού, δύο ἐξ αὐτῶν ⸉ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ⸊ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. 14Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ⸋ὁ⸌ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. 16Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17Εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους ⸂περιπατοῦντες, καί ἐστε σκυθρωποί;⸃ 18Ἀποκριθεὶς δὲ ⸂ὁ εἷς,⸃ ⸂2ᾧ ὄνομα⸃ Κλεοπᾶς, εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς ⸆ Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ⸂ὃς⸃ ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· 20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. 21Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε ⸆ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ⸋σήμερον⸌ ἀφ᾽ οὗ ταῦτα ἐγένετο. 22Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· 23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν. 24Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς ⸋καὶ⸌ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. 25Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, ⸂διηρμήνευεν⸃ αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ⸂2ἑαυτοῦ.⸃ 28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸς ⸂προσεποιεῖτο⸃ ⸂2πορρωτέρω⸃ πορεύεσθαι. 29Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστίν, καὶ κέκλικεν ⸆ ἡ ἡμέρα. Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. 32Καὶ εἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ⸋ἐν ἡμῖν,⸌ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ⸋2καὶ⸌ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον ⸂συνηθροισμένους⸃ τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34λέγοντας ὅτι ⸉Ἠγέρθη ὁ κύριος ὄντως,⸊ καὶ ὤφθη Σίμωνι. 35Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36Ταῦτα δὲ αὐτῶν λαλούντων, ⸆ αὐτὸς ⸋ὁ Ἰησοῦς⸌ ἔστη ἐν μέσῳ αὐτῶν, ⸋2καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.⸌ 37Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38Καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ⸂ταῖς καρδίαις⸃ ὑμῶν; 39Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι ⸉αὐτὸς ἐγώ εἰμι·⸊ ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 ⸋Καὶ τοῦτο εἰπὼν ⸂ἐπέδειξεν⸃ αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.⸌ 41Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, ⸋καὶ ἀπὸ μελισσίου κηρίου.⸌ 43Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44Εἶπεν δὲ ⸂αὐτοῖς,⸃ Οὗτοι οἱ λόγοι, ⸆ οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ⸂2ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς⸃ περὶ ἐμοῦ. 45Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· 46καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτως γέγραπται, ⸋καὶ οὕτως ἔδει⸌ παθεῖν τὸν χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ⸂μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν⸃ εἰς πάντα τὰ ἔθνη, ⸂2ἀρξάμενον⸃ ἀπὸ Ἱερουσαλήμ. 48Ὑμεῖς ⸋δέ⸌ ⸋2ἐστε⸌ μάρτυρες τούτων. 49Καὶ ⸋ἰδού,⸌ ἐγὼ ⸂ἀποστέλλω⸃ τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ⸋2Ἱερουσαλήμ,⸌ ἕως οὗ ἐνδύσησθε ⸉δύναμιν ἐξ ὕψους.⸊
50Ἐξήγαγεν δὲ αὐτοὺς ⸋ἔξω⸌ ἕως ⸂εἰς⸃ Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾽ αὐτῶν, ⸋καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.⸌ 52Καὶ αὐτοὶ ⸋προσκυνήσαντες αὐτόν,⸌ ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης· 53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, ⸋αἰνοῦντες καὶ⸌ εὐλογοῦντες τὸν θεόν. ⸋2Ἀμήν.⸌

Notes


*24:1 ⸉ ἦλθον ἐπὶ τὸ μνῆμα RP f 35 TR TNT2 ¦ ἐπὶ τὸ μνῆμα ἦλθαν WH ¦ ἐπὶ τὸ μνῆμα ἦλθον NA NIV SBL

*24:1 ⸋ καί τινες σὺν αὐταῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*24:3 ⸂ Καὶ εἰσελθοῦσαι RP f 35 TR ¦ Εἰσελθοῦσαι δὲ TNT2 WH NA NIV SBL

*24:3 ⸋ τοῦ κυρίου Ἰησοῦ RP f 35 TR TNT2 ⟦WH⟧ NA NIV ¦ – SBL

*24:4 ⸂ διαπορεῖσθαι RP f 35 TR ¦ ἀπορεῖσθαι TNT2 WH NA NIV SBL

*24:4 ⸉ ἄνδρες δύο RP f 35 TNT2 WH NA NIV SBL ¦ δύο ἄνδρες TR

*24:4 ⸂2 ἐσθήσεσιν ἀστραπτούσαις RP f 35 TR ¦ ἐσθῆτι ἀστραπτούσῃ TNT2 WH NA NIV SBL

*24:5 ⸂ τὸ πρόσωπον RP f 35 TR ¦ τὰ πρόσωπα TNT2 WH NA NIV SBL

*24:7 ⸉ ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου RP f 35 TR ¦ τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ TNT2 WH NA NIV SBL

*24:10 ⸆ – RP TR ¦ ἡ f 35 TNT2 WH NA NIV SBL

*24:10 ⸋ αἳ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*24:11 ⸂ αὐτῶν RP f 35 TR ¦ ταῦτα TNT2 WH NA NIV SBL

*24:12 ⸋ Ὁ δὲ … τὸ γεγονός. RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV SBL ¦ – NA25

*24:12 ⸋2 κείμενα RP f 35 TR ¦ – TNT2 ⟦WH⟧ NA27+28 NIV SBL

*24:12 ⸂ ἑαυτὸν RP f 35 TR NA27+28 NIV ¦ αὐτὸν TNT2 ¦ αὑτὸν ⟦WH⟧ SBL

*24:13 ⸉ ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ RP f 35 TR TNT2 ¦ ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NA NIV SBL

*24:15 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*24:17 ⸂ περιπατοῦντες, καί ἐστε σκυθρωποί; RP f 35 TR ¦ περιπατοῦντες; Καί ἐστάθησαν σκυθρωποί. TNT2 WH NA NIV SBL

*24:18 ⸂ ὁ εἷς RP f 35 TR ¦ εἷς TNT2 WH NA NIV11 SBL ¦ εἷς ἐξ αὐτῶν NIV73

*24:18 ⸂2 ᾧ ὄνομα RP f 35 TR ¦ ὀνόματι TNT2 WH NA NIV SBL

*24:18 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR

*24:19 ⸂ ὃς RP TR TNT2 WH NA NIV SBL ¦ ὡς f 35

*24:21 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*24:21 ⸋ σήμερον RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*24:24 ⸋ καὶ RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH

*24:27 ⸂ διηρμήνευεν RP f 35 TR ¦ διερμήνευσεν TNT2 WH NA27+28 NIV SBL ¦ διηρμήνευσεν NA25

*24:27 ⸂2 ἑαυτοῦ RP f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ TNT2

*24:28 ⸂ προσεποιεῖτο RP f 35 TR ¦ προσεποιήσατο TNT2 WH NA NIV SBL

*24:28 ⸂2 πορρωτέρω RP f 35 TR ¦ πορρώτερον TNT2 WH NA NIV SBL

*24:29 ⸆ – RP f 35 TR ¦ ἤδη TNT2 WH NA NIV SBL

*24:32 ⸋ ἐν ἡμῖν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*24:32 ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*24:33 ⸂ συνηθροισμένους RP f 35 TR ¦ ἠθροισμένους TNT2 WH NA NIV SBL

*24:34 ⸉ Ἠγέρθη ὁ κύριος ὄντως RP f 35 TR ¦ Ὄντως ἠγέρθη ὁ κύριος TNT2 WH NA NIV SBL

*24:36 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35

*24:36 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*24:36 ⸋2 καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV ¦ – NA25 SBL

*24:38 ⸂ ταῖς καρδίαις RP f 35 TR ¦ τῇ καρδίᾳ TNT2 WH NA NIV SBL

*24:39 ⸉ αὐτὸς ἐγώ εἰμι RP f 35 TR ¦ ἐγώ εἰμι αὐτός TNT2 WH NA NIV SBL

*24:40 ⸋ Καὶ τοῦτο … τοὺς πόδας. RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV SBL ¦ – NA25

*24:40 ⸂ ἐπέδειξεν RP f 35 TR ¦ ἔδειξεν TNT2 ⟦WH⟧ NA27+28 NIV SBL

*24:42 ⸋ καὶ ἀπὸ μελισσ(ε)ίου κηρίου RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*24:44 ⸂ αὐτοῖς RP f 35 TR ¦ πρὸς αὐτούς TNT2 WH NA NIV SBL

*24:44 ⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL

*24:44 ⸂2 ἐν τῷ νόμῳ … καὶ προφήταις καὶ ψαλμοῖς RP f 35 TR SBL ¦ ἐν τῷ νόμῳ … καὶ τοῖς προφήταις καὶ ψαλμοῖς TNT2 WH NA NIV

*24:46 ⸋ καὶ οὕτως ἔδει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*24:47 ⸂ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν RP f 35 TR TNT2 NIV73 SBL ¦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν WH NA NIV11

*24:47 ⸂2 ἀρξάμενον RP f 35 TR ¦ ἀρξάμενοι TNT2 WH NA NIV SBL

*24:48 ⸋ δέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*24:48 ⸋2 ἐστε RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV

*24:49 ⸋ ἰδού RP f 35 TR TNT2 WH NA NIV73 SBL ¦ – NIV11

*24:49 ⸂ ἀποστέλλω RP f 35 TR NA27+28 NIV ¦ ἐξαποστέλλω TNT2 WH NA25 SBL

*24:49 ⸋2 Ἱερουσαλήμ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*24:49 ⸉ δύναμιν ἐξ ὕψους RP f 35 TR ¦ ἐξ ὕψους δύναμιν TNT2 WH NA NIV SBL

*24:50 ⸋ ἔξω RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL

*24:50 ⸂ εἰς RP f 35 TR ¦ πρὸς TNT2 WH NA NIV SBL

*24:51 ⸋ καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV ⟦SBL⟧ ¦ – NA25

*24:52 ⸋ προσκυνήσαντες αὐτόν RP f 35 TR TNT2 ⟦WH⟧ NA27+28 NIV ⟦SBL⟧ ¦ – NA25

*24:53 ⸋ αἰνοῦντες καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*24:53 ⸋2 Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL