3
1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, 2 ⸋καὶ⸌ λέγων, Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ⸂ὑπὸ⸃ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ ⸉αὐτοῦ ἦν⸊ ἀκρίδες καὶ μέλι ἄγριον. 5Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου· 6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ⸆ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 7Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα ⸋αὐτοῦ,⸌ εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8Ποιήσατε οὖν ⸂καρπὸν ἄξιον⸃ τῆς μετανοίας· 9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10Ἤδη δὲ ⸋καὶ⸌ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 11Ἐγὼ μὲν ⸉βαπτίζω ὑμᾶς⸊ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ. ⸆ 12Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, ⸆ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. 14 ⸂Ὁ δὲ Ἰωάννης⸃ διεκώλυεν αὐτόν, λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ⸂πρὸς αὐτόν,⸃ Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν. 16 ⸂Καὶ βαπτισθεὶς⸃ ὁ Ἰησοῦς ⸉ἀνέβη εὐθὺς⸊ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν ⸋αὐτῷ⸌ οἱ οὐρανοί, καὶ εἶδεν ⸂2τὸ πνεῦμα τοῦ θεοῦ⸃ καταβαῖνον ὡσεὶ περιστερὰν ⸋2καὶ⸌ ἐρχόμενον ἐπ᾽ αὐτόν. 17Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
Notes
*3:2
⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*3:3
⸂ ὑπὸ RP f 35 TR ¦ διὰ TNT2 WH NA NIV SBL
*3:4
⸉ αὐτοῦ ἦν RP f 35 TR ¦ ἦν αὐτοῦ TNT2 WH NA NIV SBL
*3:6
⸆ – RP f 35 TR ¦ ποταμῷ TNT2 WH NA NIV SBL
*3:7
⸋ αὐτοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*3:8
⸂ καρπὸν ἄξιον RP f 35 TNT2 WH NA NIV SBL ¦ καρποὺς ἄξιους TR
*3:10
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*3:11
⸉ βαπτίζω ὑμᾶς RP f 35 TR ¦ ὑμᾶς βαπτίζω TNT2 WH NA NIV SBL
*3:11
⸆ – RP f 35 ¦ καὶ πυρί TR TNT2 WH NA NIV SBL
*3:12
⸆ – RP f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ TNT2
*3:14
⸂ Ὁ δὲ Ἰωάννης RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ὁ δὲ WH NA25
*3:15
⸂ πρὸς αὐτόν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ αὐτῷ WH NA25
*3:16
⸂ Καὶ βαπτισθεὶς RP f 35 TR ¦ Βαπτισθεὶς δὲ TNT2 WH NA NIV SBL
*3:16
⸉ ἀνέβη εὐθὺς RP f 35 TR ¦ εὐθὺς ἀνέβη TNT2 WH NA NIV SBL
*3:16
⸋ αὐτῷ RP f 35 TR TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL
*3:16
⸂2 τὸ πνεῦμα τοῦ θεοῦ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ πνεῦμα θεοῦ WH NA25 NIV11 SBL
*3:16
⸋2 καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL